# Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. ζ′. περὶ Κοιλιακῆς διαθέσιος.

Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν, ΒΙΒΛΙΟΝ *β′.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aretaeus-of-cappadocia/text-2/%CE%9A%CE%B5%CF%86.%20%CE%B6%E2%80%B2.%20%CF%80%CE%B5%CF%81%E1%BD%B6%20%CE%9A%CE%BF%CE%B9%CE%BB%CE%B9%CE%B1%CE%BA%E1%BF%86%CF%82%20%CE%B4%CE%B9%CE%B1%CE%B8%CE%AD%CF%83%CE%B9%CE%BF%CF%82.

κοιλίη, σπλάγχνον πεπτήριον, κάμνει τὴν πέψιν, ὁκότε διάρροια τὸν ἄνθρωπον ἴσχει· καὶ ἔστιν ὑγρῆς τροφῆς ἀπέπτου ἡ διάρροια· ἀλλʼ ἢν μὴ ἐπὶ σχεδίου τῆς αἰτίης γίγνοιτο τόδε ἐς μίην ἢ δευτέρην ἡμέρην μούνην, πρὸς δὲ καὶ ὅλος ὁ ἄνθρωπος ἀσθενέει, ἀτροφίῃ τοῦ σκήνεος, χρονίη νοῦσος ἡ κοιλιακ ὴ γίγνεται, ἀτονίῃ τοῦ πέσσοντος θερμοῦ, καὶ ψύξι τῆς κοιλίης· εὖτε λύεται μὲν ἐς θερμὸν ἡ τροφή· ἀλλʼ οὐκ ἐκπέσσει θερμὸν, οὐδὲ ἐς χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ λείπει ἀδρανείῃ τοῦ τέλεος. ἡ δὲ ἀφεθεῖσα τῆς ἐργασίης ἐς κακὸν ἀλλοιοῦται καὶ χροιῇ καὶ ὀδμῇ καὶ συστάσι. λευκὴ μὲν γὰρ καὶ ἄχολος ἡ χροιὴ, κάκοδμα δὲ καὶ βορβορώδεα· ὑγρὴ δὲ καὶ ἀσύστατος ἀπραγίῃ, μούνην δὲ ἀρετὴν ἴσχουσα τῆς πέψιος τὴν ἀρχήν. διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα, ἐρυγαὶ ξυνεχέες, κακώδεες, ἢν δὲ καὶ κάτω περήσωσι, τρύζει μὲν τὰ ἔντερα, φῦσαι δὲ διεξιᾶσι δασεῖαι, ὑγραὶ, ἀργιλώδεες· φαντασίαι δὲ ἐπʼ αὐτέοισι ὡς διεκθέοντος ὑγροῦ· πόνος τῆς κοιλίης βαρὺς, ὁκοῖον νύγμα, ἄλλοτε καὶ ἄλλοτε· ἰσχνὸς δὲ καὶ ἄτροφος ὥνθρωπος, ὠχρὸς, ἀδρανής· οὐδέν τι πρῆξαι τῶν συνήθων εὔτονος. ἀλλὰ κἢν βαδίζῃ, λύεται τὰ μέλεα, φλέβες κροτάφων ἐπηρμέναι, ἀτροφίῃ γὰρ κοιλοκρόταφοι, ἐπίφλεβοι δὲ καὶ παντὶτῷ σώματι. οὐ γὰρ οὐ πέσσει μοῦνον ἡ νοῦσος, ἀλλʼ οὐδὲ τὴν ἀρχὴν ἐς τὸν ὄγκον ἀναδιδοῖ. δοκέει γάρ μοι οὐ τῆς πέψιος μοῦνον, ἀλλὰ καὶ τῆς ἀναφορῆς τὸ πάθος ἔμμεναι. ἦν δὲ καὶ ἐπʼ αὐξήσει ἡ νοῦσος γίγνηται, ἄγει καὶ τὰ ἀπὸ τοῦ παντὸς εἰς τὴν κοιλίην πάλιν, εὖτε ἤδη τηκεδὼν τῆς ἕξιος. αὐαλέοι δὲ τὸ στόμα, ἄνικμοι δὲ τὴν ἐπιπολὴν, ἀνίδρωτες, κοιλίη ἄλλοτε πυριφλεγὴς ὡς ἀπʼ ἄνθρακος, ἄλλοτε δὲ ὡς ἀπὸ κρυστάλλου ψυχροστ αγής. κοτὲ δὲ καὶ αἷμα τοῖσι ἐσχάτοισι ἐν σκυβάλοισι ἐπιρρέει ξανθὸν, ἄκρητον, ἀμιγὲς, ὡς δοκέειν φλεβὸς στόμιον ἀνεῶχθαι. ἀνεσθίει γὰρ τὸ δριμὺ τὰς φλέβας. μήκιστον καὶ δυσαλθὲς κακὸν, καὶ γὰρ ἢν δοκέῃ πεπαῦσθαι, ἄνευ φανερῆς προφάσιος παλινδρο μέει ἐσαῦθις ἠδὲ καὶ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλίνορσος ἥκει. ἐς περίοδον γοῦν ἤδη φοιτῇ. γέρουσι ξύνηθες τὸ κακὸν, καὶ γυναιξὶ μᾶλλον ἢ ἀνδράσι. παιδίοισι δὲ διάρροια μὲν ξυνεχὴς, ἐφημέρῳ ἀκρασίῃ τροφῆς. ἀλλʼ οὐ κοιλίης κύτεϊ ἡ νοῦσος. τίκτει δὲ θέρος τῶν ἄλλων ὡρέων μᾶλλον· μετόπωρον δεύτερον, χειμὼν δὲ ὁ ψυχρότατος , ἢν ἀγχοῦ σβέσιος τὸ θερμὸν ἥκῃ· ἐπὶ χρονίῃ δὲ νούσῳ καὶ ἥδε καὶ δυσεντερίη καὶ λειεντερίη τίκτεται. ἀλλὰ καὶ χανδὸν ψυχροποσίη κοτὲ ξυνέστησε τὴν νοῦσον.

---

Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν, ed. Francis Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0719.tlg002.local001/.
