Ancient Greek
ΒΙΒΛΙΟΝ *α′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. θʼ. περὶ Ἐμπυϊκῶν..1
Not analysed yet
οἷσι ἐν τῇσι κοιλίῃσι τὰ ἄνω κατʼ ἴξιν τοῦ θώρηκος ἢ τὰ κάτω ὑπὸ τὸ διάφραγμα πύου ἀποστάσιες γίγνονται, ἢν μὲν ἀνάγωσι, ἔμπυοι οἵδε καλέονται· ἢν δὲ τὸ πῦον διεξίῃ κάτω, ἀποστηματίαι κικλήσκονται· καὶ ἐν μὲν θώρηκι ἐν τοῖσι ἕλκεσι, ἤτοι ἐν πλεύμονι, ἣν ἐκδέχεται φθόη, ἢ ὑπεζωκότι ἐν πλευρῷ, ἢ στέρνῳ, ἢ κάτωπη πρὸς τῇ ξυμφύσι τοῦ πνεύμονος κατὰ Ῥάχιν, ἤ πη τοῦ θώρηκος ἄλλῃ, —ξυμπάντων δὲ ἐς ἀναγωγὴν ὁδὸς τῷ πύῳ πνεύμων. ὑπὸ δὲ τὸ διάφραγμα ἐν τοῖσι σπλάγχνοισι, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστις· ἐπὶ γυναικῶν δὲ καὶ ὑστέρη· ἔταμον δὲ καὶ ἐγὼ ἐν κώλῳ τινί κοτε ἀπόστασιν τὰ ἐπὶ δεξιὰ πρὸς ἥπατι· καὶ πολλόν τι ἐσσύθη ἔξω πῦον· πολλὸν δὲ καὶ διὰ νεφρῶν καὶ κύστιος ἐς ἡμέρας πλεῦνας ἐρρύη, καὶ περιεγένετο ὥνθρωπος. αἰτίαι δὲ ξυναὶ μὲν ἁπάντων πληγὴ, ἀπεψίη, ψύξις, ἠδὲ ὁκοῖα τοιάδε. τοῖσι δὲ ἐν θώρηκι, βὴξ χρονίη, καὶ πλευρῖτις, καὶ περιπνευμονίη, καὶ Ῥεῦμα χρόνιον· ἀτὰρ ἠδὲ ὀξείας νούσου ἐς ἕν τι τουτέων ἀπόσκηψις. τὸ δὲ ὑγρὸν ἄλλοτε μὲν ἀεργὸν, ἀδρανὲς, ἐγκέεταί τῳ ἄλλῳ· ἄλλοτε μὲν δριμὺ δαπτῶς, καὶ σηπεδόνας ἐμποιέον μέσφι θανάτου. καὶ γὰρ καὶ ἰδέαι μυρίαι, ὁκόσας αὖθις φράσω. θώϋμα δὲ ὅκως ἐξ ὑμένος λεπτοῦτε καὶ ἰσχνοῦ, βάθος οὐκ ἴσχοντος, τοῦ ὑπεζωκότος, τοσόνδε Ῥέει πῦον· πολλὸν γὰρ πολλοῖσι ξυνελέγη. αἰτίη δὲ φλεγμασίη ἀπὸ περιουσίης αἵματος, ἐφʼ ᾗ παχύνεται ὁ ὑμὴν, ἀτὰρ ἠδὲ ἐκ πολλοῦ αἵματος πολλὸν γίγνεται ἐν μέσῳ πῦον· κἢν μὲν εἴσω Ῥέπῃ, αἱ πλευραὶ τὰ ὀστέα κατὰ χώραν τὴν σφῶν αὐτέων, φθίσιν ἔλεξα πρόσθεν ἑτέραν ἔμμεναι συμβεβῶ σαν κατὰ φύσιν· ἢν δὲ ἔξω Ῥέπῃ, διΐσταται τὰ ὀστέα. ἐς γὰρ ἕν τι τῶν μέσων πλευρῶν τῆς ἀποστάσιος ἡ κορυφὴ ἐγείρεται, εὖτε ἔνθα καὶ ἔνθα πλευρὰ παρωθέεται. σημήϊα δὲ τὰ μὲν ἁπάντων ξυνὰ, τὰ δὲ ἑκάστου ἴδια· βάρος ἢ πόνος γε ξυνόν· πνεύμων γὰρ ἄπονος· πυρετοὶ ἀμυδροὶ, Ῥίγεα πρὸς ἑσπέρην, ἱδρῶτες ἐπʼ ἀνέσι, ἀγρυπνίη, οἰδήματα ἐν ἄκροισι ποσὶ καὶ χειρῶν δακτύλοισι ,ἄλλοτε καὶ ἄλλοτε καθιστάμενα, καὶ ἐπαιρόμενα· δυσφορίη, ἀποσιτίη, ἰσχνότη ς ὅλου· ἢν δὲ καὶ μῆκος ἴσχῃ ἡ μεταβολὴ, ἕξις φθινώδης. οὐ γὰρ ἔτι φύσις ἔργου ἔχεται. οὐ γὰρ πέψις ὁκοίη πρόσθεν, οὐκ εὐσαρκίη, χροιὴ ζοφώδης· ἀναπνοὴ πᾶσι μὲν κακὴ, κακίων δὲ οἷσι ἐς τὴν ἄνω κοιλίην. ἀτὰρ καὶ βὴξ τὰ πρῶτα, μέσφι ἂν ἡ φλεγμασίη πιέζει, εὖτε καὶ πόνοι μέζονες καὶ Ῥίγεα, καὶ θέρμη, καὶ ἀγρυπνίη, καὶ δύσπνοια ἔτι μᾶλλον· σφυγμοὶ σμικροὶ, νωθροὶ, ἀδρανέες, τὴν γνώμην παράληροι, διάτασις τοῦ θώρηκος. ἢν δὲ ἤδη εἰς γέννησιν ἥκῃ πύου, πάντα μέγιστα· ἀναγωγὴ δὲ σμικρὴ ἐπὶ βηχὶ μέζονι, καὶ ἐξ ἀποστάσιος βιαίης. τὰ πρῶτα φλεγματωδέ ων χολοβάφων ἐπὶ τὸ μελάντερον ,ὅκως ἐξ αἰθάλης· ἔτι δὲ διαίμων καὶ παχέων· ἢν δὲ καὶ Ῥαγήσεσθαι μέλλῃ, καὶ σαρκοειδέων βαθέων· καὶ ἢν Ῥαγῇ, κίνδυνος μὲν πνίξιος, ἢν πολλὸν καὶ ἀθρόον ἐκχυθῇ πῦον· ἢν δʼ οὖν ἐκρέῃ σχέδην, ἀτρεκέει· πῦον ἢν κάτω περῆσαι θέλῃ, τὰ μὲν ἄνω μέρεα ἔνθα ἡ ἀπόστασις, ὀξὺς πόνος, κοιλίη ὑγρὴ, τὰ πρῶτα ὑδατώδεα ξὺν φλεγματώδεσι· ἔπειτα περίρροια αἱματωδέων ,καὶ αὖθις σαρκοει δέων, ἢν ἤδη Ῥαγῇ. ἕπεται δὲ τουτέοισι πῦον, ἢ διὰ κοιλίης, ἢ οὔρων· ἀγαθαὶ δὲ πάντων μᾶλλον, αἱ ἐς νεφροὺς καὶ κύστιας μεταλήψιες. φέρεται δὲ, ἤν τε ἄνω, ἤν τε κάτω, χρόος πύου ποικίλον, ὠχρὸν, ἢ λευκὸν, ἢ τεφρίζον, ἢ πελιδνὸν, ἢ μέλαν, καὶ κακῶδες· ἢ ἄνοσμον καὶ παχύτατον· ἢ μέσως ἴσχον, ἢ λεῖον, ὁμαλὸν, ἢ τρηχὺ, ἀνώμαλον, καὶ σαρκοει δέα τὰ ἐμπλόωντα, στρογγύλα, ἢ πλατέα, Ῥηϊδίως ἀποπλυνόμενα, ἢ ἰξώδεα· ἀθρόον δὲ περὶ πύου εἰρῆσθαι, ὁκόσα μὲν λευκὰ, πέπονα, ἄνοσμα, λεῖα, στρογγύλα, καὶ ἀναβήσσεται θᾶσσον, ἢ ὑποφέρεται, περιεστηκότα· ὁκόσα δὲ ἔξωχρα, χολώδεα, ἀνώμαλα, μοχθηρά. πολλὸν δὲ τουτέων κακίω, τὰ πελιδνὰ καὶ μέλανα. σηπεδόνα γὰρ καὶ ἀνεσθιόμενα σημαίνουσι τὰ ἕλκεα. Προσξυν ιέναι δὲ τουτέοισι καὶ τὴν ἕξιν, καὶ τὰ ξυνομαρτέοντατῇ νούσῳ. ἢν γὰρ ἐπὶ τῇ ἐκκρίσι εὐφόρως φέρῃ, ἄπυρος γίγνηται, εὖτε πέσσῃ, εὔχρους, εὔσιτος· ἢrend="indent"ν ἀναβήσσῃ εὐμαρῶς, εὔσφυκτος, εὔτονος γίγνηται, ἀνώλεθρος ὁ νοσέων· ἢν δὲ ἐπιπυρεταίνῃ, καὶ πάντα ἐς κακὸν τρέπηται, ἀνέλπιστος. προσξυνιέναι δὲ καὶ τὰ χωρία, ἔνθα αἱ ἀποστάσιες· ὁκόσοισι γὰρ ἐν τῷ στέρνῳ τὸ ἐμπύημα γίγνεται, βραδέως ἀφίσταται. ψιλὰ γὰρ καὶ ἄσαρκα καὶ χονδρώδεα τὰ μέρεα· τὰ δὲ τοιάδε οὐ Ῥηϊδίως δέχεται φλεγμον ῆς περιουσίην· ἀνεκπύητα δὲ μίμνει πουλὺν χρόνον· ψυχρὸν γὰρ οἱ χόνδροι, ἀλλὰ τῶνδε ἀσινέες μὲν αἱ φλεγμοναί, τῆς ἕξιος δὲ κακαὶ συντήξιες, μακρὸν γὰρ διαπυΐσκει χρόνον. σπλὴν καὶ ἧπαρ καὶ πνεύμων καὶ διάφραγμα ὀξύτερα μὲν ἐς ἐμπύησιν, ἐπικίνδυνα δὲ καὶ θανατώδεα.