# Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. ιγʼ. περὶ Ἥπατος..1

Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν, ΒΙΒΛΙΟΝ *α′.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aretaeus-of-cappadocia/text-2/%CE%9A%CE%B5%CF%86.%20%CE%B9%CE%B3%CA%BC.%20%CF%80%CE%B5%CF%81%E1%BD%B6%20%E1%BC%AD%CF%80%CE%B1%CF%84%CE%BF%CF%82..1

Ἥπαρ σπληνὶ ἐς γένεσιν μὲν ἰσόρροπον· δεξιὰ γὰρ ἠδὲ ἐπʼ ἀριστερὰ τὰ σπλάγχνα ἰσάριθμα τῇ φύσι· ἄνισοι δὲ ἐς δύναμιν καὶ ἐν ὑγείῃ καὶ ἐν νούσοισι. ἐν ὑγείῃ μὲν, ὅτιπερ τὸ κράτος τῆς τροφῆς τὸ ἧπαρ ἴσχει· Ῥίζωσις γὰρ φλεβῶν ἧπαρ· ἀτὰρ ἐν νούσοισι καὶ ἐς ὑγείην πολλόν τι ἰσχυροτέρην ἔχει καὶ τοῦ θανάτου τὴν αἰτίην. ὁκόσον οὖν ἧπαρ ἐς ὑγείην κρέσσον, τοσόνδε κάκιον ἐν νούσοισι. καὶ γὰρ ἐπιφλεγμαίνει θᾶσσόν τε καὶ βιαιότερον , καὶ ἀφίσταται ξυνεχέστερόν τε καὶ ὀλεθριώτερον. ἐπὶ σκίρρῳ δὲ ὠκύτερον σπληνὸς καὶ περιαλγέστερον κτείνει. τὰ μὲν οὖν τῆς φλεγμασίης ἐν τοῖσι ὀξέσι ἔλεξα. ἢν δὲ ἐς πῦον τρέπηται, ὀδύνη ὁξεῖα ἴσχει μέσφι κλειδὸς, ἢ ἄκρου ὤμου. ὑπὸ γὰρ τοῦ ἄχθεος ἕλκεται τὸ διάφραγμα, ἐξ οὗ τὸ ἧπαρ ἤρτηται· τὸ δὲ διάφραγμα τὸν ὑπὸ τῇσι πλευρῇσι ὑμένα βρίθει· ξυνῆπται γὰρ αὐτέῳ· ὁ δὲ ἐπὶ τὴν κληῖ¨δα ἠδὲ ἄκρω τῶν ὤμων ἀποτέταται, καὶ τάδε ξυνεφέλκεται κάτω. πῦρ δριμὺ ξὺν Ῥίγεσι ἐπὶ τῇ ἀποστάσει, βὴξ ξηρὴ, οὐ μάλα πυκινὴ, χροιὴ χλοήβαφος. ἢν δὲ κατακορ έως ἔωσιν ἰκτερώδεες , τοῦ λευκοχρόου εἴδεος· ὕπνοι καθαροὶ φαντασίης οὐ μάλα. νηφαλέοι μὲν ἐς πάντα· ἐς ἓν δέ τι τῶν προσκαίρων ἐξαπίνης παρακοπαὶ, καὶ κατεστάθησαν εὐθέως· ὄγκος ὑπὸ τιτθῇσι ἢ πλευρῇσι, ἀπάτη δὲ πολλοῖσι ὅκως περιτοναίου γίγνεται. ἀλλʼ ἢν μὲν ᾖ ὑπὸ τὰς νόθας ὄγκος καὶ ὀδύνη πιεζευμένοις, τὸ ἧπαρ οἰδέει· ἔμπλεων γὰρ ὑγρασίης· ἢν δὲ μὴ ὑπὸ τὸ ὀστέον μίμνωσι οἰδέει[], τοῦ ὑμένος τὸ σημεῖον· καὶ τοῦ μὲν περιγραφῇ καὶ τὰ ὅρια δῆλα· μετὰ γὰρ τὴν περιαγωγὴν τῶν λοβῶν ἐς λαγαρὸν τὸ ἐπιγάστριον πιέζουσα χεὶρἱζάνει· περιτοναίου δὲ ἀόριστος ἡ σκληρίη καὶ τοῦ πέρατος ἡ ἀπόφυσις ἀφανής. ἢν μὲν εἴσω ἡ ἀπόστασις Ῥέπῃ, πολλόν τι κρέσσον ἡ φύσις ἰητροῦ· ἢ γὰρ ἐς ἔντερα, ἢ ἐπὶ κύστιν τρέψει τὸ πῦον· ἀσινεστέρη δὲ πολλὸν ἡ ἐς κύστιν ὁδός. ἢν δὲ ἔξω Ῥέπῃ, κακὸν μὲν μὴ τάμνειν. ἤν τε γὰρ οὕτως ἔῃ, ἀνεσθίε ται ὑπὸ τοῦ πύου τὸ ἧπαρ, καὶ οὐκ ἐς ἀμβολὴν ὁ θάνατος. ἢν δὲ θέλῃς τάμνειν, αἱμορραγῆσαι κίνδυνος, καὶ αὐτίκα τὸν ἄνθρωπον ἐκθανεῖν. ἄσχετος γὰρ αἱμορραγίη ἐφʼ ἥπατι. ἢν οὖν ἐς ἀνάγκην τομῆς κατίῃς κοτὲ, καυτῆρα ἔμπυρον διαφανέα πυρῶσαι, καὶ διῶσαι μέσφι τοῦ πύου. τωὐτὸ γάρ σοι τέμνει τε καὶ καίει. καὶ ἢν περιγίγνηται, πῦον ἐκρεύσει λευκὸν, πέπον, λεῖον, κακῶδες, ὅτι παχύ· τοῖσδε καὶ πυρετοὶ καὶ τὰ δεινὰ ξυνδιδοῖ· Ῥηϊδίως τε ἀλθέξεται πάντα. ἢν δὲ ἐς ἔντερον τὸ πῦον ἐγχέηται, ἡ γαστὴρ πρώτιστα μὲν ὑδατώδεα διαρρέει· ἔπειτα κρεῶν πλύμασι ἴκελα· αὖθις αὖ δυσεντεριώδεα ὁκοῖα ἐφʼ ἕλκεσι. ἀτὰρ καὶ αἱμάλωψ κοτὲ καὶ θρόμβος ἠνέχθη. φέρεται καὶ χολὴ ξανθὴ κατακορὴς, ἢ πρασοειδὴς, καὶ ὑστάτη ἐς ὄλεθρον μέλαινα. ἢν δὲ ἀνεκπύητον τὸ ἕλκος γίγνηται, καὶ κακώδεα ἡ γαστὴρ ὁκοῖόν τι σηπεδόνα ὑπάγει, τροφὴ ἄπεπτος διεκθέει ὑπʼ ἀκρασίη ς κοιλίης τε καὶ ἐντέρων. οὐ πέπτει γὰρ αὖθις εὖ ἔχον τὸ ἧπαρ· πῦρ τε ἐπὶ τοῖσδε δριμὺ, καὶ πάντως ἐς κακὸν ἡ τροπή. σαρκῶν ξυντήξιες, σφυγμοὶ σμικροὶ, δύσπνοοι, εὖτε οὐκ εἰς μακρὸν ἐτελεύτ ησαν τὸν βίον. μετεξετέροισι δὲ ἡ δυσεντερίη μὲν καὶ τὸ ἕλκος ἰήθη, ἐς ὕδρωπα δὲ κατέστρεψε ἡ νοῦσος. ἢν δὲ ἅπαντα ξυνδιδῷ, πῦον λευκὸν, λεῖον, ὁμαλὸν, ἄνοσμον γὰρ ἐκρέει, ἡ γαστὴρ πέττειτε τὰ σιτία, εὔελπις ὥνθρωπος. ἄριστον δὲ διʼ οὔρων κεκρίσθαι· ἀσφαλεστέρη δὲ καὶ ἀσινεστέρη ἡ τῇδε τοῦ πύου ὁδός. ἢν δὲ ἀπὸ τῆς φλεγμονῆς ἀνεκπύητον ᾖ τὸ ἧπαρ, ἄπονον μὲν οὐ γίγνεται, τὸν ὄγκον τε τὸν σκληρὸν ἷζον εἰς σκίρρον ἱδρύεται. εὖτε πόνος μὲν οὐ ξυνεχὴς, νωθὴς δὲ κἢν παρῇ· ἀραιὴ δὲ καὶ θέρμη· ἀποσιτίη, πικρῶν γευμάτων ἡδονὴ, γλυκέων ἀηδίη, Ῥιγώδεες, ὑπόλευκοι, χλωροὶ, οἰδαλέοι ὀσφὺν καὶ πόδας. πρόσωπα Ῥυσὰ, γαστὴρ ξηρὴ, διαχωρήσιες πυκιναί. κορυφὴ γὰρ τῶν κακῶν ὕδρωψ. ἐπὶ τῷ ὕδρωπι, ἢν μὲν οὖρα πολλὰ, παχέα, ἐπίδοσιν ἔχοντα πολλὴν ἰλυώδεα καταρραγῇ, ἐλπὶς ἐκρεῦσαι τὸν ὕδερον· ἢν δε λεπτὰ καὶ ἀνυπόστα τα καὶ ὀλίγα, τῷ ὕδρωπι τιμωρέει· ἢν δὲ μεταβάλλῃ εἰς τὸ ἀρχαῖον ἡ φύσις, καὶ καταρρα γῇ κοτε εἰς κοιλίην, ἐπὶ πολλοῖσι ὑδατώδεσι καὶ τὸν ὕδρωπα ἰησατο· σφαλερὴ δὲ ἡ τοιαύτη ἐπικουρίη· ἐπὶ γὰρ τῇσι ἀθρόῃσι κενώσεσι ἠδὲ τῇσι ἐσχάτῃσι ξυμπτώσεσι ἐξέθανόν κοτε ὑπʼ ἀδυναμίης οἱ κάμνοντες, ὅκως ἐξ αἱμορραγίης. ἀσινέστερον δὲ λύει ἱδρὼς, ἢν πολὺς ἐκρυῇ. οὐ πάνυ γὰρ ἰκμαλέοι οἱ ὑδρωπιώδεες. ἥδε τῶν ἐν ἥπατι παθέων ἡ τελευτὴ γίγνεται. ἢν δὲ ἐμπυέῃ τὸ ἧπαρ, μείρακες καὶ οἱ μέσφι ἀκμῆς, ἧσσον γυναῖκες· προφάσιες δὲ ἀκρασίη καὶ νοῦσος μακρὴ, μάλιστα ἐπὶ δυσεντερίῃ καὶ ξυντήξεσι. καὶ γὰρ δὴ καὶ τούσδε ἐκίκλησκον ξυντηκτικοὺς, τοὺς ἐπὶ ἕλκεσι ἥπατος ἰσχνοὺς ἀποθνήσκοντας.

---

Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν, ed. Francis Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0719.tlg002.local001/.
