Ancient Greek
ΒΙΒΛΙΟΝ *β′.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶν Κεφ. ς′. περὶ Στομαχι κῶν..1
Not analysed yet
στόμαχος ἡδονῆς καὶ ἀηδίης ἡγεμών· καρδίης καίριον γειτόνευμα ἐς τόνον καὶ θυμὸν, ἢ ἀθυμίην, τῆς ψυχῆς συμπαθείῃ· ἥδε στομάχου πρώτιστα δύναμις. τάδε μὲν οὖν μοι ἄλλῃ λέλεκται. ἀπότοκοι ἡδονῆς μὲν, εὐπεψίη ,εὐσαρκίη, εὐχροίη τοῦ σώματος· ἀηδίης δὲ τουτέων τἀναντία, κοτὲ καὶ ἀθυμίη μὴ ἔχων τροφὴν, μελαγχολώδεσι δὲ κἀποσιτίη. ἢν οὖν ὅδε νοσέῃ, μῖσος καὶ ἀποστροφὴ τῶν γευμάτων, οὐκ ἢν προσαίρωνται μόνον, ἀλλὰ κἢν ἀθέητα μὲν ᾖ τὰ σιτία. ἀναπεμπάζονται δὲ ναυτίῃ, ἢ ἀπορίῃ, ἢ πλάδῳ, ἢ καρδιαλγίῃ· καὶ σιαλοχόοι δὲ, καὶ ἔμετοι ἐνίοις. κἢν ὁμῶς τὸ σῶματείρῃ, ἢν γαστὴρ μείνῃ κενεὴ τῶνδε, τόνδε πόνον Ῥηΐτερον φέρει τῆς προσάρσιος. ἢν δὲ καὶ ὑπʼ ἀνάγκης κοτὲ ἐς τὴν ἐδωδὴν ἴῃ, πολλὸν κάκιον ὅδε πόνος τοῦ λιμοῦ· ἐν τῷ στόματι λεῆναι ἄλγος, καταπιεῖν μέζων ὀδύνη· ἀτὰρ καὶ οὐχὶ πρὸς μὲν τὰ οἰκεῖα τοιῶσδε· ἐς δὲ τὰ ἀλλόκοτα χρηστῶς, ἀλλαγῇ τῶν κατὰ φύσιν ἐς τὸ ἔμπαλιν· ἀχθηδὼν ἐς πάντα, καὶ φυγὴ καὶ μῖσος σιτίων· ἐπὶ δὲ τοῖσι μεσσηγὺ τῶν ὠμοπλατέων χωρίοισιν ἄλγος· πολὺ δὲ καὶ μέζον, ἢν προσφέρωνται καὶ καταπίνωσι· ἄση, ἀπορίη, ὄψιες ἀμαυραὶ, ὤτων ἦχοι, βάρεα κεφαλῆς, νάρκη μελέων. καὶ τὰ γυῖα λύονται· παλμὸς ἐν τοῖσι ὑποχονδρίοισι, φαντασίη τῆς Ῥάχιος ἐς τὼ σκέλεε κινευμένης ,ἄλλοτε ἄλλῃ τῇδε κἀκεῖσε φέρεσθαι δοκέουσι, κἢν ἑστήκωσι, κἢν κατακέωνται, ὅκως ὑπὸ αὔρης ἀνέμων κάλαμοι, ἢ δένδρεα· φλέγμα ψυχρὸν, ὑδαρὲς ἀποβλύζουσι. ἐπὴν δὲ καὶ χολὴ ᾖ πικροχόλοισι, σκοτώδεες, ἄδιψοι κἢν ἐπʼ ἐδέσμασι διψῆν δοκέωσι, ἄγρυπνοι, νωθροὶ, νυσταλέοι, οὐχ ὕπνῳ ἀτρεκέϊ· κωματώδεσι δʼ ὁμοιοπαθέες, ἰσχνοὶ, ἔξωχροι, ἀσθενέες, ἔκλυτοι, λειποδρανέες, ἄψυχοι, δειλοὶ, ἡσύχιοι· ἐξαπίνης δὲ ὀργίλοι· κάρτα μελαγχολώδεες. καὶ γὰρ ἐξώκειλάν κοτε ἐς μελαγχολίην οἱ τοιοίδε. τάδε μέντοι τῆς ψυχῆς, τοῦ στομάχου ἐνδιδόντος ,εἶναι δεῖ τὴν πάθην· οἱ δὲ δὴ ἄνθρωποι οὐκ εἰδότες τὰ ξυμπαθέα μέρεα, ἐφʼ οἷσι τὰ δεινότα τα γίγνεται, τὸν στόμαχον αἴτιον ἡγοῦνται· μέγα δὲ ἐς πίστιν ὧν λέγω ἡ ξυνάφεια τῆς καρδίης, ἔνθα πάντων ἡ ἀρχή. μέσον γὰρ ἐνίζει τῷ πνεύμονι ἡ καρδίη, ἡ δὲ τούτων μεσότης τὸν στόμαχον συνάπτει· ἄμφω δὲ προσπεφύκασιτῇ Ῥάχι· διὰ τόδε πρὸς τὴν καρδίην γειτόνημα, καὶ καρδιαλγίη, καὶ τὰ μελαγχολώδεα. αἰτίαι δὲ τῆς νούσου, καὶ ἄλλαι μὲν μυρίαι, καιρίη δὲ, πῦον συχνὸν ἀπὸ κοιλίης διὰ στομάχου χυθέν. ξύνηθες δὲ καὶ τοῖς ὑπό τε ἀνάγκαις ἐκδεδιῃ τημ ένοις λεπτῇ καὶ σκληροτέρῃ διαίτῃ, ἀτὰρ καὶ τοῖσι ἐς παιδείην πονεῦσι, καὶ ἐς τήνδε τλήμοσι, οἷσι θείης μὲν μαθήσιος ποθὴ, ὀλιγοσιτίη δὲ καὶ ἀγρυπνίη, καὶ μελεδώνη λόγων τε καὶ πρηγμάτων σοφῶν· οἷσι ὑπεροψίη μὲν διαίτης ἁδρῆς καὶ ποικίλης, λιμὸς δὲ ἡ τροφὴ, καὶ ὕδωρ ποτὸν, καὶ ἐν ὕπνῳ ἀϋπνίη. οἷσι μαλθακὴ μὲν εὐνὴ ἄστρωτος χαμαὶ, ἀμφίβλημα δὲ εὐτελὲς, ἀμπεχόνη ἀραιὴ, τὸ δὲ τοῦδε κράνος ὁ κοινὸς ἀὴρ, πλοῦτος δὲ ἐννοίης θείης περιουσίη τε καὶ χρῆσις. τάδε γὰρ αὐτέοισι ἀγαθὰ γίγνεται ἔρωτι παιδείης· καὶ εἰ προσαίρονται, εὐτελὲς μὲν σιτίον, οὐδὲ ἐς κόρον ἐδωδῆς, ἀλλʼ ἐς ζωὴν μοῦνον· οὐκ ἐπʼ οἴνῳ θώρηξις, οὐ θυμηδίη· οὐ Ῥέμβος καὶ περίοδοι, οὐ σωμάτων ἄσκησις, οὐδὲ σαρκῶν περιβολή. τίνος γὰρ οὐκ ἂν ἀπάγοι παιδείης ἔρως; πατρίδος, τοκήων, κασιγνήτων ,ἑωυτῶν μέσφι θανάτου. τοῖσδε οὖν τηκεδὼν μὲν τοῦ σκήνεος, ἄχροοι τὴν μορφὴν, καὶ ἐν νεότητι γηραλέοι, καὶ ὑπʼ ἐννοίης κωφοὶ, ψυχὴν δὲ ἀμειδέες, ἀμείλιχοι· στομάχου δὲ κακοσιτίη· ταχὺς ὁ κόρος τῆς ξυνήθεος εὐτελέος καὶ ἑτοίμου τροφῆς, ἀηθείῃ δὲ ποικίλης ἐδωδῆς ὄκνος δὲ πάντων γευμάτων. ἢν δὲ καὶ λάβωσίτι τῶν ξένων, βλάβη, ἀπόστροφοι εὐθὺς ἐς πάντα. ἥδε ἐστὶ στομάχου χρονιη νοῦσος· φλεγμοναὶ δὲ καὶ Ῥεύματα, καὶ καρδιωγμὸς ,ἢ πόνος, στομαχικὸν οὐ κικλήσκεται πάθος. θέρος ἄγει τήνδε νοῦσον· ἔνθα καὶ πέψιος καὶ ὀρέξιος καὶ πάντων ἀδυναμίη. ἡλικίη δὲ γῆρας, οἷσι καὶ δίχα πάθεος διὰ τὸ τοῦ βίου τέλος, καὶ ἡ ὄρεξις ἐς τέρμα ἥκει.