Ancient Greek
ΒΙΒΛΙΟΝ *α′.
Aretaeus of Cappadocia, Ὀξέων νούσων θεραπευτικόν Κεφ. γ′. Μαρασμοῦ Θεραπεία.
Not analysed yet
τοισίδε μέντοι κἢν μαρασμὸς ἔῃ, ἀρήγειν θᾶσσον ἰόντα ἐπὶ λουτρὰ καὶ κινήσιας. μαρασμοῦ μέντοι καὶ γάλα ἰητήριον, καὶ θρέψαι, καὶ ἀλεῆναι καὶ ὑγρῆναι γαστέρα, καὶ κύστιν πρηο̈́ναι· ἀτὰρ ἠδὲ κατόχοις τωὐτὰ τὰ ξυμφέροντα. ὁμοίη γὰρ καὶ ἡ ωὐτὴ τῶνδε τῶν νούσων ἡ ἰδέη. καστόριον δὲ τουτέοισι καιριώτερόν τε καὶ εὐμενέστερον πιεῖν τε καὶ χρίσασθαι καὶ ἐς τὸ ἔντερον ἐνεῖναι. τῇσι δὲ γυναιξὶ ὁκοῖα τουτέοισι ἴκελα πάθεα ἀπὸ ὑστέρης γίγνεται, ἐν τοῖσι γυναικείοσι λελέξεται.