# Ὀξέων νούσων θεραπευτικόν Προοίμιον.

Aretaeus of Cappadocia, Ὀξέων νούσων θεραπευτικόν, ΒΙΒΛΙΟΝ *α′.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aretaeus-of-cappadocia/text-3/%CE%A0%CF%81%CE%BF%CE%BF%CE%AF%CE%BC%CE%B9%CE%BF%CE%BD.

ὀξεῶν νούσων ἄκεα ξυναφέα τῇσι σημηΐων ἰδέῃσι, ἀμφὶ ὧν τοῖς ξυγγράμμασι, ἄσσα μοι πρόσθεν γεγράφαται. ὁκόσα μὲν ὦν ἐν πυρετῶν θεραπείῃ γίγνεται κατά τε τὴν τούτων διαφορὴν, καὶ κατὰ τὴν τῶν νοσημάτων ἰδέην, καὶ τὴν ἐν αὐτοῖς ποικιλίην, τουτέων τὰ πλείω ἐν τοῖσι ἀμφὶ πυρετῶν λόγοισι λελέξεται· ὁκόσα δὲ ξὺν πυρετοῖσι ὀξέα γίγνεται πάθεα, ὁκοῖον ἡ φρενῖτις, ἢ ἄνευθε πυρετῶν, ὁκοῖον ἀποπληξίη, ἀμφὶ τῶνδε μοῦνον τὰ ἄκεα φράσω· ὡς δὲ μὴ διαμαρτάνειν, μηδὲ μακρηγορέειν, ἕτερα ἐν ἑτέροισι γράφοντα, ἀρχὴ ἡ ωὐτὴ ἣ καὶ ἀμφὶ τῶν παθέων, καὶ τελευτὴ ἡ ωὐτή.

---

Aretaeus of Cappadocia, Ὀξέων νούσων θεραπευτικόν, ed. Francis Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0719.tlg003.local001/.
