# Χρονίων νούσων θεραπευτικών Κεφ. α. προοίμιον.

Aretaeus of Cappadocia, Χρονίων νούσων θεραπευτικών, ΒΙΒΛΙΟΝ *α .. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aretaeus-of-cappadocia/text-4/%CE%9A%CE%B5%CF%86.%20%CE%B1.%20%CF%80%CF%81%CE%BF%CE%BF%CE%AF%CE%BC%CE%B9%CE%BF%CE%BD.

ἐν τῇσι χρονίῃσι νούσοισι ἡ ἀμβολὴ τῆς ἰητρείης κακόν. ὑπʼ ἀμβλακίης γὰρ ὀκέλλει ἐς ἀνήκεστα πάθεα. φύσι γὰρ ὡδὶ ἴσχει, ὡς μὴ Ῥηϊδίως ἀποφοιτῆσαι, ἢν ἐσβάλλῃ ἅπαξ. ἢν δὲ καὶ ἐκδηθύνῃ, χρόνῳ καρτερὰ ἔσται καὶ ξυναποθνήσκειν γίγνεταί κοτε· καὶ τὰ σμικρὰ μεζόνων ποιέεται διαδέξιας· κἢν τὸ πρόσθεν ἐς κίνδυνον ἀσινὲς ᾖ, ὁ τόκος τῶνδε γίγνεται ὀλέθριος. χρὴ ὦν μήτε τὸν νοσέοντα σιγῆν αἰδοῖ τοῦ ἐλέγχου τῆς νούσου, μηδὲ ὑποδιδρήσκειν δέει τῆς ἰητρείης, μήτε τὸν ἰητρὸν καταμβλακεύειν. ἄμφω γὰρ ἐς τὸ ἀνήκεστον ξυνᾴδοι. μετεξέτεροι δὲ τῶν καμνόντων, ὑπʼ ἀγνωσίης τε τῶν παρεόντων καὶ τῶν αὖθις ἐσομένων ἐς τέλος ξυνδιαιτέονται τῇ νούσῳ. ἐπὶ γὰρ τοῖσι πλείστοισι οὔτε ὄλλυνται, οὔτε ὀρρωδέουσι θάνατον. διὰ τάδε ὦν ἰητρῷ σφεας αὐτοὺς οὐδʼ ἐπιτρέπουσι. πίστις δὲ τουτέων κεφαλαίη, ἧς ἄμφι πρότερον φράσω.

---

Aretaeus of Cappadocia, Χρονίων νούσων θεραπευτικών, ed. Francis Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0719.tlg004.local001/.
