Ancient Greek
ΒΙΒΛΙΟΝ *α .
Aretaeus of Cappadocia, Χρονίων νούσων θεραπευτικών Κεφ. ιδ. Θεραπεία Σπληνός.
Not analysed yet
Σκίρρου τοῦ ἐπὶ σπληνὶ λύσεις οὐ Ῥήϊσται. ἢν δὲ καὶ ἀπότοκοι τῶνδε νοῦσοι γένωνται, ὕδρωψ ἢ καχεξίη, ὀκέλλει τὸ κακὸν ἐς ἀνήκεστον, τὸν ἰητρὸν τὸν σκίρρον ἰῆσθαι. χρὴ ὦν ἀποτρέπειν γιγνομένους, καὶ λύειν ἄρτι ἀρχομένους · ἐνίστασθαι δὲ τῇσι φλεγμονῇσι ,ἤνπερ οἱ σκίρροι διάδοχον ἐς διαπνοὴν ἄγωνται τὴν ἀπόστασιν. τάδε γὰρ φλεγμασίης· ἰητηρίοισι δὲ χρέεσθαι ὁκόσα μοι ἐν τῇσι ὀξείῃσι λέλεκται. ἢν δὲ πάντα σοι πρήσσοντι ἐν φλεγμασίῃ ὁ σκίρρος ἐμμένῃ καὶ πυρὶ ἰκέλοισι χρέο ἐς μάλθαξιν τῆς σκληρίας, τέγξεσι διʼ ὀξέος καὶ ἐλαίου, καὶ μέλιτος· ἀντὶ δὲ εἰρίων πτύγματα ἔστω ἀπὸ λίνου. ἐμπάσσειν ὧδε τῆς μυροβαλάνου σεσησμένης ,ἐπιπλάσμασί τε τοῖσι μαλθακωτάτοισι.