# Χρονίων νούσων θεραπευτικών Κεφ. ιδ. Θεραπεία Σπληνός.

Aretaeus of Cappadocia, Χρονίων νούσων θεραπευτικών, ΒΙΒΛΙΟΝ *α .. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aretaeus-of-cappadocia/text-4/%CE%9A%CE%B5%CF%86.%20%CE%B9%CE%B4.%20%CE%98%CE%B5%CF%81%CE%B1%CF%80%CE%B5%CE%AF%CE%B1%20%CE%A3%CF%80%CE%BB%CE%B7%CE%BD%CF%8C%CF%82.

Σκίρρου τοῦ ἐπὶ σπληνὶ λύσεις οὐ Ῥήϊσται. ἢν δὲ καὶ ἀπότοκοι τῶνδε νοῦσοι γένωνται, ὕδρωψ ἢ καχεξίη, ὀκέλλει τὸ κακὸν ἐς ἀνήκεστον, τὸν ἰητρὸν τὸν σκίρρον ἰῆσθαι. χρὴ ὦν ἀποτρέπειν γιγνομένους, καὶ λύειν ἄρτι ἀρχομένους · ἐνίστασθαι δὲ τῇσι φλεγμονῇσι , ἤνπερ οἱ σκίρροι διάδοχον ἐς διαπνοὴν ἄγωνται τὴν ἀπόστασιν. τάδε γὰρ φλεγμασίης· ἰητηρίοισι δὲ χρέεσθαι ὁκόσα μοι ἐν τῇσι ὀξείῃσι λέλεκται. ἢν δὲ πάντα σοι πρήσσοντι ἐν φλεγμασίῃ ὁ σκίρρος ἐμμένῃ καὶ πυρὶ ἰκέλοισι χρέο ἐς μάλθαξιν τῆς σκληρίας, τέγξεσι διʼ ὀξέος καὶ ἐλαίου, καὶ μέλιτος· ἀντὶ δὲ εἰρίων πτύγματα ἔστω ἀπὸ λίνου. ἐμπάσσειν ὧδε τῆς μυροβαλάνου σεσησμένης , ἐπιπλάσμασί τε τοῖσι μαλθακωτάτοισι.

---

Aretaeus of Cappadocia, Χρονίων νούσων θεραπευτικών, ed. Francis Adams. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0719.tlg004.local001/.
