Ancient Greek
ΒΙΒΛΙΟΝ *β.
Aretaeus of Cappadocia, Περὶ αἰτίων καὶ σημείων ὀξέων παθών Κεφ. ια. περὶ Ὑστερικῆς Πνιγός..1
Not analysed yet
ἐν τῇσι λαγόσι τῶν γυναικῶν μέσῃσι ἐγκέεται ἡ μήτρη, σπλάγχνον γυναικήϊον ἄγχιστα ζωῶδες. κινέεται γὰρ ἐξ ἑωυτέης ἔνθα καὶ ἔνθα ἐπὶ τὰς λαγόνας· ἀτὰρ καὶ ἐς τὰ ἄνω, κατʼ ἴξιν μὲν ὑπὸ τὸν χόνδρον τοῦ θώρηκος, ἐς τὰ πλάγια δὲ ἐπὶ δεξιὰ, ἢ ἐς ἀριστερ ὰ, ἢ ἐς ἧπαρ, ἢ σπλῆνα, γίγνεται δὲ καὶ προπετεστέρη ἐς τὰ κάτω, καὶ ξυλλήβδην εἴπωμεν, πάντη ἐστὶ πλανώδης· καὶ εὐώδεσι ὀσμήσεσι τέρπεται, καὶ ἐπʼ αὐτὰ ἵεται· ἄχθεται δὲ τοῖσι κακόδμοισι ,καὶ αὐτὰ φεύγει· καὶ τὸ ξύμπαν ἐν τῇ ἀνθρώπῳ ἐστὶ ἡ ὑστέρη, ὁκοῖόντι ζῷον ἐν ζῴῳ. ἥδε οὖν ἢν ἐξαπίνης ἀνώϊστος γένηται, καὶ ἐπιπολὺ ἄνω μείνῃ, καὶ ἐκβιάσηται τὰ σπλάγχνα, ἀπεπνίχθη κοτὲ ἡ ἄνθρωπος, τρόπον τὸν ἐπιληπτικὸν, ἄνευθεν σπασμῶν· ἐπιέζετο γὰρ ὠκέως στενοχωρίῃ ἧπαρ, διάφραγμα, πνεύμων ,καρδίη. τοὔνεκεν ἀπνοίη ξυνεῖναι δοκέει καὶ ἀφωνίη. ἀτὰρ καὶ αἱ καρωτίδες ξυμπαθίῃ τῆς καρδίης πιέζονται. διὰ τόδε καρηβαρίαιτε, καὶ ἀναισθησία ξύνεστι καὶ κάρος. γίγνεται δὲ καὶ ἄλλο πάθος αὐτέῃσι ἴκελον τῇδε ξυμμορφῇ, ξὺν πνιγὶ καὶ ἀφωνίῃ, ἀλλʼ οὐκ ἀπὸ ὑστέρης. καὶ γὰρ τόδε καὶ ἀνδράσι γίγνεται κατοχώδεα τρόπον. ἀλλὰ τῇσι μὲν ἀπὸ ὑστέρης κακώδεες ἐπαρήγουσι ὀδμαὶ, καὶ εὐωδέων πρὸς τὰ γυναικήϊα ὑποθέσιες· τῇσι δὲ ἑτέρῃσι τάδε οὐδὲν ἐπαρήγει· καὶ τὰ μέλεα κινέονται ἀπὸ ὑστέρης, ἀπὸ δὲ τοῦ ἑτέρου πάθεος ἥκιστα. ἔτι δὲ τρόμοι αὐτόματοι καὶ οὐκ αὐτόματοι, ἀλλʼ ἐξ ὑποθέσιος ἀμβλωθριδίου. ψύξιες καρτεραὶ τῆς ὑστέρης, αἱμορραγίης ἀθρόης ἐπίσχεσις καὶ ὁκόσα τοιάδε. ἢν οὖν ἄρξηται πάσχειν κινευμέ νης ἄνω τῆς ὑστέρης, ὄκνος ἔργων πρήξιος, ἔκλυσις, ἀτονίη, γουνάτων ἀκρασίη, σκοτόδινος ,καὶ τὰ γυῖα λύονται, κεφαλῆς πόνος, καρηβαρίη. τὰς φλέβας τὰς ἑκατέρωθεν τῆς Ῥινὸς ἀλγέει ἡ γυνή. ἢν δὲ καταπέσωσι, καρδιώσσουσι, ἐν τοῖσι ὑποχονδρίοισι, λαγόνες κεναὶ, ἔνθα ἡ ἕδρη τῆς ὑστέρης, σφυγμοὶ διαλείποντες, ἄτακτοι, ἐκλείποντες, πνὶξ καρτερὴ, ἀφωνίη, ἀναισθησίη ,ἡ ἀναπνοὴ ἄσημος, ἀσαφὴς, ὤκιστος καὶ ἄπιστος ὁ θάνατος. οὐδὲν γὰρ ἴσχουσι νεκρῶδες· ἐς χροιὴν ζωώδεες. ἐρυθρότεραι μᾶλλον μέχρι πολλοῦ τοῦ θανάτου· ὀφθαλμοὶ μικρόντι ἐξίσχοντες, λαμπροὶ ,οὐ κάρτα μὲν ἀτενέες, ἀτὰρ οὐδὲ κάρτα κεκαμμένοι. ἢν δὲ μετακινέηταί κοτε ἐς ἕδρην ἡ ὑστέρη, πρὶν ἐς τέλος ἰέναι τὸ πάθος, διαδιδράσκουσι τὴν πνίγα· εὖτε κοιλίη ὑποβορβορύζει, ὑγρότης τῶν γυναικηΐων τόπων, ἀναπνοὴ δασυτέρη καὶ σαφεστέρη· ὠκίστη ἐκ τοῦ πάθεος ἡ ἔγερσις, ὅκως καὶ ὁ θάνατος ὤκιστος. καὶ γὰρ Ῥηϊδίως τοῖσι ἄνω προσχωρέει· ἀτὰρ ἠδὲ Ῥηϊδίως ἀφίσταται· ἀκρόπλοός τε γὰρ ἡ ὑστέρη· ὑγροὶ δὲ καὶ οἱ ὑμένες οἱ ὀχῆες αὐτῆς· ὑγρὸν δὲ καὶ τὸ χωρίον, ἔνθα κέεται ἡ ὑστέρη· πρὸς δὲ φυγῇ τε καὶ ὁρμῇ χρέεται ἡδέων τε καὶ ἀηδέων. Ῥηϊδίως οὖν νεύει ὅκως πρέμνον ἔνθα καὶ ἔνθα, ἄνω τε καὶ κάτω πλώει. διὰ τόδε νεήνισι τὸ πάθος γίγνεται, γεραιτέρῃσι δὲ ἥκιστα. ᾗσι γὰρ ἡλικίητε καὶ βιοτὴ καὶ γνώμη πλανωδεστέρη, τῇσι καὶ ὑστέρη ἐστὶ Ῥεμβώδης· ἀπηλικεστέρῃσι δὲ εὐσταθέα καὶ ἡλικίη καὶ βίος, καὶ γνώμη, καὶ ὑστέρη. ἥδε μὲν οὖν ἡ ἀπὸ ὑστέρης πνὶξ μούνῃσι γυναιξὶ παρομαρτέει. γίγνεται δὲ καὶ ξυνὰ πρὸς ἄνδρας πάθεα τῇ ὑστέρῃ, φλεγμονὴ, αἱμορραγίη· ξυνὰ δὲ καὶ τὰ παρεόντα σημεῖα, πυρετοὶ, ἀσφυξίη, ψύξις, ἀφωνίη· ἐπὶ δὲ τῇ αἱμορραγίῃ καὶ ὀξύτεροι οἱ θάνατοι, ὁκοῖόν τι ἐν ζῴῳ σφαγή.