Ancient Greek · ~1 min
Page 661
Arethas Philol. et Scr. Eccl., Fragmentum in epistulam ad Hebraeos (in catenis) 661
Not analysed yet
Hebr 8,2 Σκηνὴν ἐνταῦθα τὸν οὐρανόν φησιν. ἐμοὶ δὲ δοκεῖ σκηνὴν ἀληθινὴν ἐνταῦθα λέγειν τὴν σάρκα τοῦ κυρίου ἣν καὶ αὐτὸς ὁ κύριος ἔπηξεν καὶ οὐκ ἄνθρωπος, καθ' ὅτι οὐκ ἐκ συνδυασμοῦ ἡ ἄχραντος ἐκείνη ὑπέστη σάρξ, ἀλλ' ἐξ ἁγίου πνεύματος.