# Epistulae 106.7-107.6

Aristaenetus, Epistulae, 106.7 to 107.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/106.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/106.7

λθ´. Λυπητικὴ ἐστὶ δι’ ἧς ἐμπαίνομεν ἑαυτοὺς λυπουμένους. — Ἡ ἐπιστολή. Σφόδρα καθ’ ὑπερβολὴν ἡμᾶς λελύπηκας τοῦδε τὸ πρᾶγμα διαπράξας. ὧν ἰσχυρῶς ἀχθομαι πρὸς σε καὶ δυστάτον τινα λυποῦμαι λύπην· αἱ γὰρ ἐκ φίλων εἰς φίλους γινόμεναι λύπαι δυσθεράπευτοι λίαν τυγχάνουσι καὶ μείζους τῶν ἐχθρῶν ἔχουσι τὰς ἐπηρείας. μ´. Ἐρωτικὴ ἐστὶ δι’ ἧς ἐρωτικούς πρὸς τὰς ἐρωμένας προσφέρομεν λόγους. — Ἡ ἐπιστολή. Ἐρώ, ἔρω, νὴ τὴν Θέμιν, τῆς σῆς εὐπρεποῦς τε καὶ ἐρωτικῆς δυσπερίευτοι λίαν τυγχάνουσι καὶ μείζους τῶν ἐχθρῶν ἔχουσι τὰς ἐπηρείας. μα´. Μικτὴ ἐστὶν ἡ ἐκ διαφόρων χαρακτήρων συνεστώσα. — Ἡ ἐπιστολή. Οἶδα μὲν ὡς εὐσεβῶς ζῆς καὶ σμικρὸς πολιτευθὴ καὶ τῇ τῆς ἀνεπιλήπτου τε καὶ ἀγνῆς πολιτείας ἀρετῇ τὸ περιβόητον αὐτῷ τῆς φιλοσοφίας σχομεῖς ὄνομα· καθ’ ἓν δὲ τοῦτο μόνον σφαλῆν, καθὸ τοὺς φίλους κακῶς λέγεις, ὅπερ ἀποθέσθαι χρή· φιλόσοφος γὰρ διαβολὴ οὐχ ἄρμοζει. 6. (228) Τὸ δὲ μέγεθος συνεσταλθῶ τῆς ἐπιστολῆς, ὥσπερ καὶ ἡ λέξις· αἱ γὰρ ἄγαν μακραὶ καὶ προσέτι κατὰ τὴν ἐρμηνείαν ὀγκωδέστεραι οὐ μὰ τὴν ἀλήθειαν ἐπιστολαὶ λέγοιντο ἂν, ἀλλὰ συγγράμματα τὰ χαιρεῖν ἔχοντα προγεγραμμένον, καθάπερ αἱ τοῦ Πλάτωνος πολλαὶ καὶ ἡ Θουκυδίδου. Γ. Γ EK TΩN ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ. Πῶς δὲ ἐπιστέλλειν. 1. (223) Ἐπεὶ δὲ ἐπιστολικὸς χαρακτὴρ δεῖται ἰσχνότητος, καὶ περὶ αὐτοῦ λέξομεν. Ἀριστέων μὲν οὖν ὁ τὰς Ἀριστοτέλους ἀναγράψας ἐπιστολὰς φησὶν ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διαλογὸν τε γράφειν καὶ ἐπιστολάς· εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον μέρος τοῦ διαλόγου. 2. (224) Καὶ λέγει μὲν τι ἴσως, οὐ μὴν ἀπαν· δεῖ γὰρ ὑποκατεσκευάζεσθαι πῶς μᾶλλον τοῦ διαλόγου τὴν ἐπιστολὴν. ὁ μὲν γὰρ μιμεῖται αὐτοσχεδιαζόντα, ἡ δὲ γράφεται καὶ δώρων πέμπεται τρόπον τινά.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
