# Epistulae 108.8

Aristaenetus, Epistulae, 108.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/108.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/108.8

Δ. Ἐκ τῶν Φιλοστράτου. ιδίαν ἀττικωτέραν μὲν ξυνθέσας, ξυνθεστέραν δὲ ἀττικίσεως, καὶ ξυγκεῖσθαι μὲν πολιτικῶς, τοῦ δὲ ἄθροῦ μὴ ἀπάδειν. ἔχετω δὲ τὸ εὐσχήμον ἐν τῷ μὴ ἐσχηματίσθαι· εἰ γὰρ σχηματιζόμεν, φιλοτιμεῖσθαι δόξομεν, φιλοτιμία δὲ ἐν ἐπιστολῇ μειρακιώδες. κύκλον δὲ ἀποτορευεῖν ἐν μὲν ταῖς βραχυτέροις τῶν ἐπιστολῶν ξυγχωρῶ, ἵνα τούτῳ γοῦν ἡ βραχυλογία διραίζεται ἐς ἄλλην ἤδη πᾶσα στενὴ οὖσα· τῶν δὲ ἐς μήκος προηγμένων ἐπιστολῶν ἐξαιρεῖν χρὴ κύκλους· ἀγωνιστικώτερον γὰρ ἢ κατ’ ἐπιστολὴν τοῦτο, πλὴν εἰ μή που ἐπὶ τελευτῆς τῶν ἐπεσταλμένων ἡ ξυλλαβεῖν δεῖ τὰ προειρημένα ἢ ξυγκλείσαι τὸ ἐπὶ πᾶσι νόημα. σαφήνεια δ’ ἀγαθὴ μὲν ἤγειν ἅπαντος λόγου, μάλιστα δὲ ἐπιστολῆς· καὶ γὰρ διδόντες καὶ δεόμενοι καὶ ξυγχωροῦντες καὶ μὴν καὶ θαυμάζομενοι καὶ ἀπολογοῦμενοι καὶ ἐρωτῶντες βῆτον πείσομεν, ἣν σαφῶς ἐρμηνευσόμεν· σαφῶς δὲ ἐρμηνεύσομεν καὶ ἐξω εὐτελείας, ἣν τῶν νοηθέντων τὰ μὲν κοινὰ καινῶς γράψομεν, τὰ δὲ καινὰ κοινοῦς.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
