# Epistulae 145.4

Aristaenetus, Epistulae, 145.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/145.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/145.4

27 Πλατύλαμος Ἐρεβινθολέοντι. Οὐπώποτε ἐγὼ κατὰ τὴν Ἀττικὴν ὑπέμεινα τοιούτων χειμῶνα. οὐ γὰρ μόνον ἐκ παραλλήλου φυσῶντες, μᾶλλον δὲ φύρδην φερόμενοι κατεκτύπουν ἡμᾶς οἱ ἄνεμοι, ἀλλ’ ἤδη καὶ χιὼν πυκνὴ καὶ ἐπάλληλος φερομένη πρῶτον μὲν τοὐδάφος ἐκάλυπτεν, ἔπειτα οὐκ ἐπιπολῆς ἀλλ’ εἰς ὕψος ἤρετο τῆς νιφάδος χῦμα πάμπολυ, ὡς ἀγαπητὸν εἶναι τὸ θυρίον ἀνοίξαντα τῆς οἰκίας τὸν στενωπὸν ἰδεῖν. (2) ἔμοι δὲ οὔτε ξύλον οὔτε ἀσβόλος παρῆν. πῶς γὰρ ἢ πόθεν; ὁ κρυμὸς δὲ εἰσεδύετο μέχρι μυελῶν αὐτῶν καὶ ὀστῶν. ἔβουλευσάμην οὖν Ὀδυσσεῖον βούλευμα δραμεῖν εἰς τὰς θύλους τῶν βαλανείων. ἀλλ’ οὐδὲ ἐκεῖ συνεχώρουν οἱ τῶν ὁμοτέχνων περὶ ταῦτα κυλινδοῦμενοι· καὶ γὰρ αὐτοὺς ἡ παραπλησία θεὸς ἡνύχλει Πενία. (3) ὡς οὖν ἠσθόμην οὐκ εἶναι μοι εἰς ταῦτα εἰσιτήτον, δραχμὴν ἐπὶ τὸ Θρασύλου βαλανεῖον, εὑρὼν τοῦτο κενόν, καὶ καταβαλὼν ὀβολοὺς δύο καὶ τὸν βαλανέα τούτοις ἤλεων καταστήσας ἐθερμόμην ἄχρις οὐ τὸν νιφετὸν πηχυλίς διεδέξατο, καὶ ὑπὸ τοῦ χρύσους τοῦ μεταξὺ διεροῦ παγέντος πρὸς ἀλλήλους ἐδέδεντο οἱ λίθοι. μετὰ δὲ τὸ ἀποβράσαι τὸ δριμὺ προσηνὴς ὁ ἥλιος ἐλευθέραν μοι τὴν πρόοδον καὶ περιπάτους ἀνειμένους ἀπέφηνεν.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
