# Epistulae 148.2

Aristaenetus, Epistulae, 148.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/148.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/148.2

λα’. Βαχχὶς Φρύνη. Οὐ τοσοῦτόν σοι τοῦ κινδύνου συνηχθέσθην, ὦ φίλτάτη, ὅσον ὅτι πονηροῦ μὲν ἀπηλλάγης ἐραστοῦ χρηστοῦν δὲ εὖρες συνήσθην· τὴν γὰρ δίκην σοι καὶ πρὸς εὐτυχίαν γεγονέναι νομίζω. διαβόhton γὰρ σε οὐκ ἐν ταῖς Ἀθήναις μόνον, ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι ἀπάσης ὁ ἀγὼν ἐκείνος πεποίηκεν. (2) Εὐθίας μὲν οὖν ἐκαστὴν τιμωρίαν δώσει τῆς σῆς ὁμιλίας στερόμενος· ὑπὸ γὰρ ὀργῆς μοι δοκεῖ κινθεὶς διὰ τὴν ἐμφυτον ἀμαθίαν ὑπερῆραι τὸ μέτρον τῆς ἐρωτικῆς ζηλοτυπίας. καὶ νῦν ἐκεῖνον ἐρώντα μᾶλλον εὖ ἴσθι ἢ Ὑπερείδην. (3) δὲ μὲν γὰρ διὰ τὴν τῆς συνηγορίας χάριν δήλός ἐστι σπουδάσειν βουλόμενος καὶ ἐρωμένων ἑαυτὸν ποιῶν, δὲ δὲ τῷ ἀποτεύγματι τῆς δίκης παρώξυνται. προσδέχου δή πάλιν παρ’ αὐτοῦ δεήσεις καὶ λιτανείας καὶ πολὺ χρυσίον. (4) μὴ δὲ καταδιαιτήσης ἡμῶν, ὦ φιλάτα, τῶν ἐταίρων, μηδ’ Ὑπερείδην κακῶς δόξαι βεβουλεύσθαι ποιήσης τὰς Εὐθίου ἰξείας προτιμῶν, μηδὲ τοῖς λέγουσί σοι ὅτι, εἰ μὴ τὸν γυμνίσκον περιρρηξαμένη τὰ μαστάρια τοῖς δικασταῖς ἐπέδειξας, οὐδὲν ἂν ὁ ῥήτωρ ὠφέλει, πείθου. καὶ γὰρ αὐτὸ τοῦτο ἴνα ἐν καιρῷ γένηται σοι ἢ ἐκείνου παρέσχε συνηγορία.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
