# Epistulae 149.2

Aristaenetus, Epistulae, 149.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/149.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/149.2

λδ'. Θαὶς Εὐθύδημω. 'ΕΣ οὐ φιλοσοφεῖν ἐπενόησας, σεμνὸς τις ἐγένοιο καὶ τὰς ὀφρύς ὑπὲρ τοὺς κροταφούς ἐπήρας. εἶτα σχῆμα ἔχων καὶ βιβλίδιον μετὰ χειρός εἰς τὴν Ἀκαδημίαν σοθεῖς, τὴν δὲ ἡμετέραν οἰκίαν ὡς οὐδὲ ἰδὼν πρότερον παρέρχῃ. 2 ἐμάνων, Εὐθύδημε· ἢ οὐκ οἶσθα οἷός ἐστιν ὁ σοφιστὴς οὗτος ὁ ἐσκυθρωπαχὼς καὶ τοὺς θαυμαστοὺς τούτους διεξιὼν πρὸς ἡμᾶς λόγους. ἀλλ' ἐμοὶ μὲν πράγματα πῶς ἐστιν οἷει χρόνος ἐξ οὐ παρέχει βουλομένου ἐντυχεῖν· προσφέρεται δὲ 'Ερπυλλίδι τῇ Μεγάρᾳ ἀθρα. 3 τότε μὲν οὖν αὐτὸν οὐ προσεῖμην, σὲ γὰρ περιβάλλουσα κοινάσθαι μᾶλλον ἐβουλόμην ἢ τὸ παρὰ πάντων τῶν σοφιστῶν χρυσίον. ἐπεὶ δὲ σε ἀποτρέπειν ἔοικε τῆς μεθ' ἡμῶν συνηθείας, ὑποδέξομαι αὐτὸν καὶ, εἰ βούλει, τὸν διδάσκαλον τουτονὶ τὸν μισογύναιον ἐπιδείξω σοι νυκτὸς οὐκ ἀρκοῦμενον ταῖς συνηθείαις ἡδοναῖς. 4 λῆρος ταῦτά ἐστι καὶ τύφος καὶ ἐργολάθεια μειρακίων, ὡ ἀνότε. οἷει δὲ διαφέρειν ἐταῖρας σοφιστῶν; τοσοῦτον ἴσως ὅσον οὐ διὰ τῶν αὐτῶν ἑκάτεροι πείθονται, ἐπεὶ ἐν γε ἀμφοτέροις τέλος πρόκειται τὸ λαβεῖν. πῶς δὲ ἀμεῖνους ἡμεῖς καὶ εὐσεβέστεραι. οὐ λέγομεν θεοὺς οὐκ εἶναι, ἀλλὰ πιστεύομεν ὁμνύουσι τοῖς ἐρασταῖς ὅτι φιλοῦσιν ἡμᾶς· 5 οὐδ' ἀξιοῦμεν ἀδελφὸν καὶ μητράσι μίγνυσθαι τοὺς ἀνδρας, ἀλλ' οὐδὲ γυναιξὶν ἀλλοτρίαις. εἰ μὴ ὅτι τὰς νεφέλας ὁπόθεν εἰσὶ καὶ τὰς ἀτόμους ὁποῖαι ἀγνοοῦμεν, διὰ τοῦτο ἤττους δοκοῦμεν σοι τῶν σοφιστῶν. 6 καὶ αὕτη παρὰ τούτους ἐσχόλυχα καὶ πολλὰς διελέγχοι. οὐδὲ εἰς ἐταίραν ὁμιλῶν τυραννίδας ὀνειροπολεῖ καὶ στασιάζει τὰ κοινά, ἀλλὰ σπάσας τὸν ἐωθινὸν καὶ μεθυθείς εἰς ὥραν τρίτην ἢ τετάρτην ἡρεμεῖ. 7 παιδεύομεν δὲ οὐ χειρὸν ἡμεῖς τοὺς νέους. ἐπεὶ σύγχρινον, εἰ βούλει, Ἀσπασίαν

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
