# Epistulae 151.2

Aristaenetus, Epistulae, 151.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/151.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/151.2

λζ'. Μυρρίνη Νικίππῃ. Οὐ προσέχει μοι τὸν νοῦν ὁ Δίφιλος, ἀλλ’ ἅπας ἐπὶ τὴν ἀκάλαχρον Θεσσαλὴν νένευκε. καὶ μέχρι μὲν τῶν Ἀδονίων καὶ ἐπίκιμώς ποτε πρὸς ἡμᾶς καὶ κοιμησόμενος ἔφοιτα, ἤδη μέντοι ὡς ἂν τις ἀκκιζόμενος καὶ ἐρώμενον ἐκτὸν ποιῶν καὶ τὰ γε πλεῖστα ὑπὸ τοῦ Ἑλικοῦ, ὅπότε μεθυσθείη, ὀδηγούμενος· ἐκεῖνος γὰρ τῆς Ἑρτυλλίδος ἐρῶν τὴν παρ’ ἡμῖν ἀγαπᾷ σχολήν· (2) νῦν μέντοι ὅτλός ἐστι μηδ’ ὅλως ἡμῖν ἐν-τευξόμενος· τέτταρας γὰρ ἤδη ἡμέρας ἐν τῷ Λυσίδος κήπῳ μετὰ Θεσσαλῆς καὶ τοῦ κάκιστ’ ἀπολούμενου Στρογγυλίωνος, ὃς ταύτην αὐτῷ προμηχαντεύσατο τὴν ἐρωμένην ἐμοὶ τι προσχρούσας, κραυπαλᾷ. γραμμα-τίδια μὲν οὖν καὶ θεραπαινίδων διαδρομαὶ καὶ ὅσα τοιαῦτα μάτην διήγυσται, καὶ οὐδὲν ἐξ αὐτῶν ὠφελος, δοκεῖ δὲ μοι μᾶλλον ὑπὸ τούτων τετυφῶσθαι καὶ ὑπερ-εντυφῆν ἡμῖν. (3) λοιπὸν οὖν ἀποκλείειν, κἂν ἐλθὴ ποτὲ πρὸς ἡμᾶς κοιμησόμενος, ἐὰν δὲ κνίσαι ποτὲ ἐκείνην βουληθῇ, διώσασθαι· εἴωθε γὰρ ἡ βαρύτης τῷ ἀμελείσθαι καταβάλλεσθαι. εἰ δὲ μηδ’ οὕτως ἀνύομεν, θερμότερον τινὸς ἡμῖν ὥσπερ τοῖς σφόδρα κάμνουσι φαρμάκῳ δεῖ. δεινὸν γὰρ οὐ τοῦτο μόνον εἰ τῶν παρ’ αὐτοῦ μισθωμάτων στερησόμεθα, ἀλλ’ εἰ Θεσσαλὴ γέλωτα παρέξομεν. (4) ἔστι σοι πειραθέν, ὡς φής, πολλάκις ἐφ’ ἡλικίας φίλτρον. τοιούτου τινὸς βοηθήματος δεόμεθα, ὁ τὸν πολὺν αὐτοῦ τύφον, ἀλλ’ οὖν καὶ τὴν κραυπαλὴν ἐκκορήσει. ἐπιχρυ-κευσόμεθα δὴ αὐτῷ καὶ δακρύσομεν πιθανῶς, καὶ τὴν Νέμεσιν δεῖν αὐτὸν δράν εἰ οὕτως με περιφύεται ἐρώσαν αὐτόν, καὶ τοιαῦτα ἄλλα ἐρωῦμεν καὶ πλασόμεθα. (5) ἤξει γὰρ ὡς ἐλεῶν ὃπῳ με χαομένην ἐπ’ αὐτῷ· μεμνήσθαι γὰρ τοῦ παρεληθότος χρόνου καὶ τῆς συνήθειας ἔχειν καλῶς ἔρει, φασὼν ἑαυτὸν ὁ λάσταυρος, συλλήπεται δὲ ἡμῖν καὶ ὁ Ἑλιξ· ἐπ’ ἐκείνον γὰρ ἡ

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
