# Epistulae 152.2

Aristaenetus, Epistulae, 152.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/152.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/152.2

λη. Μενεχλείῃς Εὐθύκλει. Οἴχεται Βακχὶς ἡ καλή, Εὐθύκλεις φίλτατε, οἴ-χεται, πολλὰ τέ μοι καταλιποῦσα δάκρυα καὶ ἔρωτος ὅσον ἡδίστου τότε, τοσοῦτον πικροῦ νῦν μνήμην. οὐ γὰρ ἐκλήσῃμαι ποτε Βακχίδος, οὐχ οὕτως ἔσται ὁ χρόνος. (2) ὅσην συμπάθειαν ἐνεδείξατο. ἀπολο-γῶν ἐκείνην καλῶν οὐχ ἂν τις ἀμάρτοι τοῦ τῶν ἐται-ρῶν βίου. καὶ εἰ συνελθοῦσαι ἅπασαι πανταχόθεν εἰκόνα τινὰ αὐτῆς ἐν Ἀφροδίτης ἢ Χαρίτων θεῖον, δεξιὸν ἂν τί μοι ποιῆσαι δοκοῦσιν. (3) τὸ γὰρ ὁρω-λούμενον ὑπὸ πάντων, ὡς πονηρά, ὡς ἀπίστοι, ὡς πρὸς τὸ λυσιτελὲς βλέπουσαι μόνον, ὡς ἀεὶ τοῦ δι-δόντος, ὡς τίνος γὰρ οὐχ αἴτια κακοῦ τοῖς ἐντυχάνουσι, διαβολὴν ἐπέδειξεν ἐφ᾽ ἑαυτῆς ἀδίκον· οὕτω πρὸς τὴν κοινὴν βλασφημίαν τῇ ἡθεὶ παρεκράτῃ. (4) οἴδα τὸν Μήδων ἐκείνων τὸν ἀπὸ τῆς Συρίας δευρὶ κατάραντα μεθ᾽ ὧσης θεραπείας καὶ παρασκευῆς ἐσθδεῖ, εὐνούχους ὑπισχνούμενος καὶ θεραπάνας καὶ κόσμον τινὰ βαρβαρικόν· καὶ ὅμως ἄκοντα αὐτὸν οὐ προσέτεο, ἀλλ᾽ ὑπὸ τοῦμόν ἠγάπα κοιμωμένην χλανί-διον τὸ λῖτον τοῦτο καὶ δημοτικόν, καὶ τοῖς παρ᾽ ἡμῶν γλίσχροις αὐτῇ πεμπομένοις ἐπανέγουςα τὰς σατρα-πικὰς ἐκείνας καὶ πολυχρύσους δωρεὰς διέωθετο. (5) τί δέ; τὸν Αἰγύπτιον ἐμπορον ὡς ἀπεσχοράκισεν ὅσον ἀργύριον προτείνοντα. οὐδὲν ἐκείνης ἀμείνον εἰς σῶ-δι γένοιτ᾽ ἄν. ὡς χρηστὸν ἦλθες οὐχ εἰς εὐδαίμονα βίου προαίρεσιν δαίμων τις ὑπῆνγκεν. εἰτ᾽ οἴχεται ἡμῖν ἀπολιποῦσα καὶ κείσεται λοιπὸν μόνη ἡ Βακχὶς. ὡς ἀδίκον, ὦ φίλαι Μοῖραι· ἐδεῖ γὰρ αὐτὴ συγκατα-κεῖσθαι με καὶ νῦν ὡς τότε. ἀλλ᾽ ἐγὼ μὲν περίεμαι καὶ τροφῆς ψαύσω καὶ διαλέξομαι τοῖς ἐταίροις, ἡ δὲ οὐκέτι με φαιδροῖς τοῖς ὀμμασιν ὀμέται μειδιῶσα, οὐδ᾽ ἵλεως καὶ εὐμενὴς διανυκτερεύσει τοῖς ἡδίστοις ἐκείνοις κολακεύμασιν. (7) ἀρτίως μὲν οἷον ἐφύγ-γετο, οἷον ἐξέπετεν, ὅσαι ταῖς ὁμιλίαις αὐτῆς σειρήνες ἐνίδρυντο, ὡς δὲ ἥδυ τι καὶ ἀκήρατον ἀπὸ τῶν φιλη-μάτων νέκταρ ἔσταξεν· ἐπ᾽ ἄκροις μοι δοκῶ τοῖς χεί-λεσιν αὐτῆς ἐκαθίζεν ἡ πειθώ. πάντως ἐκείνη γε τὸν καετὸν ὑπέκωσατο, ὅλαις ταῖς χερσὶ τὴν Ἀφροδίτην δεξιωσαμένη. (8) ἔρρει τὰ παρὰ τὰς πόσεις μινυρί-σματα καὶ ἡ τοῖς ἐλεφαντίνοις δακτύλοις κρουο-μένη λύρα, ἔρρει. κεῖται δὲ ἡ πᾶσαι μέλουσα Χά-ρισι κοσφὴ λίθος καὶ σποδιά. καὶ Μεγάρᾳ μὲν ἡ ἰππόπορος ζῆ, οὕτω Θεαγένην συλήσασα ἀνελθὼς ὡς ἐκ πάνυ λαμπρᾶς οὐσίας τὸν ἀθλιον χλαμύδιον ἀρπά-σαντα καὶ πέλτην οἴχεσθαι στρατευομένον· (9) Βακχὶς δὲ ἡ τὸν ἐραστὴν φιλοῦσα ἀπέθανε. ἔμων γέγονα πρὸς σε ἀποδυράμενος, Εὐθύκλεις φίλτατε. ἥδυ γὰρ μοὶ τι δοκεῖ περὶ ἐκείνης καὶ λαλεῖν καὶ γράφειν· οὐδὲν γὰρ ἢ τὸ μεμνήσθαι καταλέλειπται. ἔρρωσο.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
