# Epistulae 155.2

Aristaenetus, Epistulae, 155.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/155.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/155.2

β’. Λεόντιον Λαμία. Οὐδὲν δυσαιρετότερον ὡς ἐοικέν ἔστι πάλιν μειρακιευομένου πρεσβύτου. οὐ μὲν Ἐπίκουρος οὕτως ἀδικεῖ, πάντα λοιδορῶν, πάντα ὑποπτεύων, ἐπιστολὰς διωλγύους μοι γράφων, ἐκδιώκων ἐκ τοῦ κήπου. (2) μὰ τὴν Ἀφροδίτην, εἰ Ἄδωνις ἦν, ἥδη ἐγγὺς ὀγδοἡκοντα γεγονὼς ἔτη, οὐκ ἂν αὐτοῦ ἤνεσγόμην φιλείρῶντος καὶ φιλονοσοῦντος καὶ καταπεπληγμένου εἰ μᾶλα πόκους ἀντὶ πύλων. μέχρι τίνος ὑπομένει τις τὸν φιλόσοφον τούτων; ἔχετω τὰ περὶ φύσεως αὐτοῦ κυρίως δεῖξας καὶ τοὺς διεστραμμένους κανόνας, ἐμὲ δὲ ἀφέτω τὴν φυσικῶς κυρίως ἐμαυτῆς ἀστομάχητον καὶ ἀνύβριστον. (3) ὅντως ἐγὼ πολιορκητὴν ἔχω τούτον, οὐχ ὅσον σὺ Λαμία Δημήτριον. μὴ γὰρ ἔστι σωφρονήσει διὰ τὸν ἄνθρωπον τούτον; καὶ σωκρατίζειν καὶ στωμύλλεσθαι θέλει καὶ εἰρωνεύεσθαι, καὶ Ἀλκιβιάδην τινὰ τῶν Πυθολέμων νομίζει καὶ Ξανθίππην ἐμὲ οἴεται ποιήσειν. καὶ πέραν ἀναστήσεται ὅπη ποτὲ γῆν πρὸ γῆς ψεύξομαι μᾶλλον ἢ τὰς ἐπιστολὰς

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
