# Epistulae 172.5

Aristaenetus, Epistulae, 172.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/172.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/172.5

λζ'. Πρατίνος Μεγαλοτέλει. Χαλεπὸς ἦν ἡμῖν ὁ στρατιώτης, χαλεπός. ἐπεὶ γὰρ ἦκε δεῖλῃς ὄψις καὶ κατῆλθεν οὐ κατὰ τύχην ἀγαθὴν εἰς ἡμᾶς, οὐκ ἐπαύσατο ἐνοχλῶν τοῖς διηγήμασιν, δεκάδας τινὰς καὶ φάλαγγας ὀνομάζων, εἶτα σαρίστας καὶ καταπέλτας καὶ δέρρεις· (2) καὶ νῦν μὲν ὡς ἀνέτρεψε τοὺς Θρᾷκας τὴν προηγούμενα βαλὼν μεταγκύλω, νῦν δὲ ὡς κοντῷ διατείρας τὸν Ἀρμένιον ἀπώλεσεν· ἐπὶ πᾶσι τε αἰχμαλώτοις παρῆγε καὶ ἐδείκνυ γυναικας, ἃς ἔλεγεν ἐκ τῆς λείας ὑπὸ τῶν στρατηγῶν ἀριστείας αὐτῷ γέρας δεδοθαι. (3) ὡς δὲ ἐγχανάξας κυλίκια εὐμεγέθη φλυαρίας φάρμακον ὤρεγον, ὁ δὲ καὶ ταύτην καὶ πλεῖονας ἐπὶ ταύτῃ καὶ ἀδορότερας ἐκπίνων οὐκ ἐπαύσατο ἀδολεσχίας.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
