# Epistulae 176.2

Aristaenetus, Epistulae, 176.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/176.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/176.2

μζ'. Στεφυλόχαρον Τραπεζοχάρων. Ὦς εὐτυχῶν, ὦς μακαρίως πέπραγα. ἐρήση με ἴσως τίνα τρόπον, ὦ βέλτιστε Τραπεζοχάρων. ἐγὼ δῆτα σοι φράσω καὶ πρὶν ἐρέσθαι. ἦγε μὲν ἡ πόλις, ὡς οἶδα, τὴν κουρεῦτιν ἑορτήν· ἐγὼ δὲ παραληφθεὶς ἐπὶ δεῖπνον ὡρχοῦμην τὸν χόρδακα. (2) οἱ δειπνοῦντες δὲ ἐκ φιλονεικίας ἐπίνον, ἕως τῆς ἀμιλῆς εἰς ἄπειρον προχωροῦσης κῶμα κατέσχε τὸ συμπόσιον καὶ πάντας ὕπνος ὑπελήφει νυστακτὴς ἀγρί· καὶ αὐτῶν τῶν οἰκετῶν· (3) ἐγὼ δὲ περιέβλεπον μὲν εἰ τι τῶν ἀργυρῶν σκευῶν ὑφελῆσθαι δυνάμην· ὡς δὲ ταῦτα ἐπὶ νηφόντων ἐξ ὀφθαλμῶν ἐγενόμην καὶ ἤν ἐν ἀπραλεῖ, τὸ χειρόμακτρον ὑπὸ μάλης λαβὼν ἐξηλόμην. (4) ὅρα δὲ ὡς ἐστι πολυτελέστερον θόνης Αἰγυπτίας καὶ ἀλουργοῦ πορφύρας τῆς Ἑρμιονίδος, λεπτὸν εἰς ὑπερβολὴν καὶ πολυτίμων ὕφασμα. εἰ τοῦτο ἀδεῶς ἀπεμα-πολήσαιμι, γαστριῶ σε ἀγατὴν ἐπὶ τὸν πανδοκέα Πιθακνίωνα. πολλάς γὰρ ἡμοῦ πολλάκις παροινίας ἀνέτλημεν, καὶ χρή σε τὸν κοινωτὸν τῶν δυστυχημάτων μερίτην γενέσθαι καὶ τῆς εὐτυχούσης ἡμέρας.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
