# Epistulae 183.4

Aristaenetus, Epistulae, 183.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/183.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/183.4

ἐβ'. Σκοροδολέπιτος Καπνοσφράντης. Ἐπίστασο τὴν αἰτίαν, ἐφ' ἧ με διεξίλαινον αἱ γυναῖκες, τελευταίων δὲ ἡ γραὺς ἢ δοῦλη ἐλοιδορήσατό μοι εἰποῦσα « ἀλλ' ἐκκορφήσεις ὅτι ἀκαιρὸς εἶ καὶ λάλος. » μυστήριον ἐν αὐταῖς τρέφεται τοῖν θεοῖν τοῖν Ἑλευσινίοιν ἀσφαλέστερον, καὶ βούλονται ἡμᾶς ἀγνοεῖν τοὺς εἰδότας, ἢ καὶ οἴονται ἀκηκοότας οὕτω πεπεῖσθαι. (2) ἐγὼ δὲ οἶδα τὸ δρᾶμα καὶ ὅσον οὐχ εἰς μακρὰν κατερῶ τῷ δεσπότῃ· οὐ γὰρ βούλομαι χειρῶν φανῆναι τῶν κυνῶν, αἱ τῶν τρεφόντων προὑλακτοῦσι καὶ κήδονται. μοιχὸς πολιορκεῖ τὴν οἰκίαν, ὁ Ἡλεῖος νεανίαςχος, ὁ εἷς τῶν Ὀλυμπίασι βασκάνων. καὶ πρὸς τοῦτον γραμματίδια ὀσημέραι φοιτᾷ διθὺρα παρὰ τῆς γαμετῆς τοῦ τρέφοντος ἡμᾶς καὶ στέφανοι ἡμιάραντοι καὶ μῆλα ἀποδεδηγμένα· (3) αἱ δὲ ἀλδάτορες αὐτὰ θεραπαινίδες συνίσασί καὶ ἡ ἐπιτύμβιος γραὺς, ἣν Ἐμπουσαν ἅπαντες οἱ κατὰ τὴν οἰκίαν καλεῖν εἰώθασιν ἐκ τοῦ πάντα ποιεῖν καὶ βιάζεσθαι. ἐγὼ δὲ οὐκ ἔστι' ὅπως σιγήσομαι· βούλομαι γὰρ ἐμαυτὸν οὐ παράσιτον ἀλλὰ φίλον ἐπιδείξαι, καὶ ἄλλως διψῶ τῆς κατ' αὐτὸν τιμωρίας. (4) οἶδα γὰρ ὅτι εἰ ταῦτα εἰς φανερὸν ἄχθῃ, αἱ μὲν θεραπαινίδες δεδήσονται, ὁ μοιχὸς δὲ ἀπολεῖται βαφάνοις τὴν ἕδραν βεβυρμένος, ἡ μιαρὰ δὲ γυνὴ τῖσει τὴν ἀξίαν τῆς ἀκολασίας οἴκην, εἰ μὴ Πολιάγρου τοῦ

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
