# Epistulae 186.6

Aristaenetus, Epistulae, 186.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/186.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/186.6

ο'. Διμοπύκτης Θρασουχοδοίμῳ. Κορύδωνι τῷ γεωργῷ συνήθης ἐπεικῶς ἦν, καὶ τὰ πολλὰ ἐξεχεῖτο ἐπ' ἐμοὶ τῷ γέλωτι, ἀστιχῆς στωμυλίας καὶ ξένης οὐ κατὰ τοὺς χωρίτας ἐπαίων. τοῦτον ἰδὼν ἑρμαῖον ῥηθῆν, εἰ τῶν κατὰ ἀστὺ πραγμάτων ἀπαλλαγείς εἰς τὸν ἀγρὸν βαδιοίμην καὶ συνεισίμην ἀνδρὶ φίλῳ, γεωργῷ ἀπράγμονι καὶ ἐργάτῃ, οὐχ ἐκ δικαστηρίων οὐδὲ ἐκ τοῦ σοβεῖν κατὰ ἀγορὰν ἀδίκους ἐπινοοῦντι πόρους, ἀλλὰ γῆθεν ἀναμένοντι τὴν ἐπικαρπίαν ἔχειν. (2) καὶ δῆτα διανοηθεὶς ταῦθ' οὕτω δρῶν, ὡκειοσάμην τὸν Κορύδωνα. καὶ στεῖλας ἐμαυτὸν ἀγροικικῶς, νάχους ἐναψάμενος καὶ σμινύην λαβών, αὐτοσκάπανευς ἐδδύκουν. ἔως μὲν οὖν ἐν παιδιᾶς μέρει ἐπράττον ταῦτα, ἀνεκτὰ ἦν καὶ μεγάλα ἀποκερδαίνειν ὡμῆν, ὑδρεῶν καὶ ῥατισμάτων καὶ τῆς περὶ τὰ ἐδώδια τῶν πλουσίων ἀνοσιότητος ἀπηλλαγμένος. (3) ἐπεὶ δὲ ἐκ τῆς καθ' ἡμέραν συννηθείας ἐξ ἐπιταγῆς ἐπράττετο τοῦργον, καὶ ἐδεῖ πάντως ἢ ἀροῦν ἢ φελλέα ἐκκαθαίρειν ἢ γύρους περισκάπτεν καὶ τοῖς βόθροις ἐμπυτεύειν, οὐκέτ' ἀνασχετὸς ἡ διατριβή, ἀλλὰ μοι μετέμελε τῆς ἀλόγου πράξεως καὶ τὴν πόλιν ἐπόθουν. (4) ἐλθὼν οὖν μετὰ μῆχιστον

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
