# Epistulae 246.1

Aristaenetus, Epistulae, 246.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/246.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/246.1

κα' Ἀριστομένης· Μυρωνίδῃ. χβ' Λουκιανὸς Ἀλκίφρονι. Καινὸν γέ τι κακὸν ἔρωτος, ὦ Μυρωνίδῃ, καὶ οὐδ' ἀκήκοα πρότερον. τῆς Τελεσίππης ὁ Φαληρεύς Ἀρχιτέλης ἔφη, ἡ δὲ πεισθεῖσα μόλις ὁμιλῆσαι τῷ μειρακίῳ παράδοξον αὐτῷ προδιώρισε μέτρον. « ἄππου » φησὶ « τῶν μαστῶν, ἧδιστον ἀπόλαυε φιλημάτων, καὶ προσαγκαλίξων περιδεβληκυιᾶν με τὴν ἐσῆτα, γάμον δὲ μήτε πολυπραγμόνει μήτε προσδόχῃ, ἐπεὶ σαυτὸν ἀνιάσεις καὶ τῶν ἐπιτετραμμένων ἐκπίπτων. » « ἔστω, δεδόχθω » ἐξ ἀπορίας ἔφησεν Ἀρχιτέλης· « εἰ γὰρ οὕτω σοι φίλον, ὦ Τελεσίππη, οὐδ' ἐμοὶ ἐχθρόν. ἀλλὰ καὶ γάριν » εἶπεν « εἴσομαι τῇ Τύχῃ καὶ φιλοῦ ῥήματος ἀπολαύων ἢ καὶ μόνης ἀξίουμένου θέας. ἐβουλόμην δέ, εἰ γε σοί, φιλάτα, δοκεῖ, γνῶναι τί δή ποτέ μοι παντελῶς ἀπέγνως τὴν μίξιν; » « ὅτι » ἔφη « ἐλπιζόμενος ἔστιν ὁ γάμος ἡδύς, εὐχαρὶς καὶ λίαν εὐκταῖος· γέγονε, περιεφρονήθη, καὶ τὸ πάλαι σπουδαζόμενον ἐξαίρνης ἀπέρριπται καὶ περιπτυσόμενον ἀμελεῖται. αἰ γὰρ ἐπιθυμίαι τῶν νέων ταχεῖαι καὶ πολλάκις ἐναυτίς ἐναντίαι. » τοιαύτης ὁ δὲσερως ἀνέχεται γυναικός, τοσούτων δεδυστύχηκεν Ἀρχιτέλης. καὶ σύνεστι τῇ ποθουμένῃ καθάπερ εὐνὸχος τὰ ἔρωτικὰ περιεργαζόμενος καὶ λιγνέων, μᾶλλον δὲ καὶ τῶν ἔρωτων εὐνὸχων ὁ μέλεος ἀργότερα δυστυχεῖ.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
