# Epistulae 252.1

Aristaenetus, Epistulae, 252.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/252.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/252.1

α'. Αἰλιανὸς Καλύχῃ. Τὴν παροῦσαν ἐπιστολὴν ἱκετηρίαν ὑπὲρ Χαριδίμου ποιούμαι. ἀλλ', ὦ φίλη Πειθό, παροῦσα συνεργὸς ποιεῖ κατορθοῦν ἀνυσίμους οὓς ἂν ἐπιστείλω λόγους. ταῦτα μὲν δή, φασίν, εὐχθω, οὗτος δ' οὖν ἐρᾷ σου, Καλύχη, καὶ τῷ σῷ φλέγεται γλυκωτάτῳ πυρί, καὶ τεθνῆκται ὀθτόν ἐκ τριχὸς κρεμάμενος καὶ σκιᾶς εἰδώλον γεγωνώς, εἰ μὴ τὴν παροῦσαν θεραπείαν ἐπινεύσεις τῷ μειρακίῳ. Ἀπόλλων ἀποτρόπαιε, μὴ ζῶνου τις, ὦ γύναι, τὸ σὸν αἰτιάσηταὶ κάλλος, μηδὲ ταῖς σαῖς χάρισιν ἐπικωμάσωσιν Ἑρινύες. ἐγκαλεῖς, εὖ ἴδα, τῷ νέῳ· ἐπταίσεν ὁμολογουμένως. νέος ὤν ἐπταίσεν, ἰκανὴν δέδωκε δίκην, μὴ θάνατος ἔστω τοῦ πλημμελήσαντος ἡ ζημία. λογίζου, πρὸς θεῶν, καὶ μιμοῦ τὴν σὴν Ἀφροδίτην, ὡς ἐφικτὸν γυναικί. πυρὸς ἄρχει, τοῦσα διέπει, ἀλλὰ καὶ Χάριτες ἔπονται τῇ θεῷ· οὐ δὲ ὀφθεῖσα φλέγεις καὶ ὁμιλοῦσα πυρῳσκεῖς. ἐπίθες οὖν ταχὺ καὶ τὰς Χάριτας τῷ πληγέντι. φέρεις μὲν πῦρ, ἔχεις δὲ ὕδωρ· τὴν σὴν αὐτὴ φλόγα κατάσβeson πρὸς βραχύ. ταῦτα μὲν οὖν ἱκετεύων φημί· ἂ δὲ παραίνειν ἔχω σοι, λεχτέα λοιπόν. χαριέστατον εἶδα τὸ σμικρὸν ὑποκινῆσαι τοὺς νέους· τοῦτο γὰρ τῶν ἀφροδισίων προαναστέλλει τὸν χόρον, καὶ τὰς ἐταῖρας ἀποδείκνυσιν ἀεὶ ποθεινὰς τοῖς ἐρασταῖς· ἀλλ' εἰ τοῦτο γένοιτο πέρα τῆς χρείας, ἀποκάμνουσιν οἱ ποθοῦντες. οὕτως οὖν ὁ μὲν ἀργύσθη, ὁ δὲ ἐπέβαλεν ἄλλην τὰ ὀμματα. οὕς ἐστιν ὁ Ἔρως καὶ ἐλθεῖν καὶ ἀποπτήγναι· ἐλπίσας πτεροῦται, καὶ ἀπελπίσας ταχὺ πτερορρεῦν εἴωθεν. διὸ καὶ μέγα τῶν ἐταιρουσῶν ἐστὶ σῶφισμα ἀεὶ τὸ παρὸν τῆς ἀπολαύσεως ὑπερτιθεμένας ταῖς ἐλπίσι διαχρατεῖν τοὺς ἐραστας. ἤδη μὲν οὖν πολλαὶ τὸν νέον ὑπήλθον ἐταῖραι προτρέπουσαι πίθανώς, καὶ δὴ τούτων ἑφθὴ τις ἂν πανουργότρον λαθούσα, εἰ μὴ τὸ μειράκιον ἀπηύχετο παντελῶς ἐναφροδιστάσαι τινὶ μετὰ σέ. χρήσαι τοίνυν τοῖς μὲν ὑποκρινομένοις φιλεῖν ἐταιρικώς, τοῖς δὲ γνησίοις ἐρασταῖς φιλικώτερον. πείθου μοι καὶ τῆς ἀμετρίας ἀπόσχου. ὅρα μὴ κατὰ τὴν παροιμίαν ἀπορρήξωμεν πᾶνι τείνοντες τὸ καλάμιον, μηδὲ λάθης λοιπὸν εἰς ἀγρογίαν μεταβαλοῦσα τὸ φρόνημα. οἶδα δὲ ὅσον Ἔρως ἀντιστρατεύειν τοῖς ὑπερφανοῦσι· φιλεῖ. ἄλλως τε ὀπώραν πωλεῖς, ἡ χαλή· ἐστι δὲ ἡ σὴ ὀπώρα ἡδίων τῆς ἀπὸ τῶν δένδρων. δικαία δ' ἂν εἴης ἀπ' αὐτοῦ γε τοῦ ἔργου συνείναι ὅτι οὐ δεῖ τῇρειν ὀπώραν. διδοὺ τοῖς σοῖς ὀπωρώσις τὴν ὥραν τρυγᾶν. μετ' ὀλίγου ἔσῃ γεράνδρων· οἱ δὲ τῶν καλῶν σωμάτων ἐρασταὶ τῇ τοῦ φαινομένου κάλλους ἀκμῇ παραμετροῦσι τὸν ἕρωτα. καὶ ἕτερος δὲ μάνθανε· οὐ γὰρ σε καὶ διαφόρως ἐπεχθιδάσκειν ὀκνήσω. γυνὴ ἔοικε λειμῶνι, καὶ ὅπερ ἐκεῖνῳ τὰ ἄνθη, τοῦτέ γε ταύτῃ τὸ κάλλος. τέως μὲν οὖν ἡ κόμη τῷ λειμῶνι ἐπακμάζει

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
