# Epistulae 253.1

Aristaenetus, Epistulae, 253.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/253.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/253.1

καὶ ἡ χρυσία τῶν ἀνθέων, ἥρος δὲ παρακμασάστος πέπτωται μὲν τὰ ἄνθη ** τοῦ ** δὲ λειμῶν γεγόρακε. γυναικὸς τε αὐ πάλιν ἤν τὸ εἶδος παρέλθῃ καὶ τὸ κάλλος παραδράμῃ, τίς ἐτι καταλείπεται εὐφροσύνη; ἀναυδὴ γὰρ καὶ ἀπηνηρηκὼς σῶματι οὐ πέφυκε προσιζάνειν δ ’Ερως: οὐ δ’ ἂν εὐαγὴς τε καὶ εὐώδης ἦ, ἐνταῦθα καὶ ἐνιζάνει καὶ μένει. ἀλλὰ τί μακρὸν ἀποτέταχα τὸν λόγον, δελφῖνα διδάσκων νήγεσθαι; μεθαρμοσασμένη τοίνυν, ὦ καλλίστη γυναικῶν, τὴν ψυχὴν καλλίονα τοῦ σώματος ἀπόρρηται, ἵν’ ἐξῆ λέγειν « ὦ κάλλους φιλανθρώπου. » τὸ δ’ οὖν βόθον, εἰ μὴ τις αὐτῷ χρήσηται, μαράνεται. ἀρ’ ἐπένευσας, ὦ φιλάτα; πάντως δῆπου, ἐπεὶ τὸν σὸν εὐμεταβολὸν τε καὶ εὐπαράκλητον ἐπίσταμαι τρόπον. ἥκου τοίνυν καὶ προσάξω τὸν νέον πλουσίως ἐμπροχρυσευόμενον δι’ ἐμοῦ: τὸ γὰρ πρὸς ἐταίρας κηρύκειον ἐκ τοῦ Βαβυλωνίου χρυσοῦ χαρακτήριζεσθαι πέφυκεν. ἀλλὰ τῶν προτέρων τε συγγνώμην καὶ τῶνδε χάριν ἔχουσα εὐμενὴς τὸ γε λοιπὸν εἴης τῷ σῷ Χαριδήμῳ.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
