# Epistulae 257.1-42

Aristaenetus, Epistulae, 257.1 to 257.42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/257.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/257.1

ἀπολαύων ἄμα γυναικῶν φιλήματα γὰρ ἐωλα καὶ ζηλοτυποῦσα τὴν παιδίσκην τῆς κόμης ἐξειλὼν. ἡ δὲ στένουσά φησιν « μὴ γὰρ ἡ τύχη σὺν τῷ σώματι κατεδούλωσε τὴν ψυχήν. ἐπισεύλυπκα· ἔξεστι γὰρ. παῦσαι πρὸς θεῶν. ὡς ἐρῶσιν δίκαιόν σε μᾶλλον ὑπεραλγήσαι ποθοῦσης. μὴ τοίνυν ἀτιμάσης, ὦ δέσποινα, τὸν ἐμὸν τε καὶ σὸν δεσπότην Ἔρωτα, ἵνα μὴ ταῖς σαῖς ἐπιθυμίαις ὀνειδίζουσα λάθῃς. καὶ σὺ γὰρ ἐκεῖνόν δουλεύεις, καγὼ τε καὶ σὺ τὸν αὐτὸν ἔλχομεν ζυγόν. » ταῦτα μὲν ἡ παῖς, ἡ δὲ κεκτημένη πρὸς τὸν νέον λάθρα φησί, τῆς δεξιᾶς αὐτοῦ λαβομένη, « Σι- μὲν τὰ τῶν γυναικῶν, ἄπιστα δὲ τὰ τῶν ἐταιρῶν, κελὶς ὀμαχίζει, Ἐμπεδόκλει, παρατρύχων παιδίσκάριον ἀύρων καὶ τοῦ φιλήματος ἀμαθές. παρθένος γάρ, ἥτε τῆς Ἀφροδίτης ἀμύπως ἐστί, τὴν συνοῦσαν ὑπερτῆς ἐστι καὶ δύσχοιτος, ἀγνοοῦσα τὴν ἐπὶ τῆς εὐνῆς χολακείαν. γυνὴ δέ, οὔκπερ ἐγώ, τῶν ἀφοοδί- σιων ἰκανὴν ἔχουσα πείραν, ὁμοίως ἑαυτὴν τε καὶ τὸν ποθοῦντα λίαν εὐφραίνει, καὶ γυνὴ μὲν καταφλεί, παρθένος δὲ καταφλείεται. καὶ τοῦτο μὲν ἐγνώς· εἰ δὲ τὰ νῦν ἐπιλέλησαι, δεῦρο, φίλτατε, κδγώ σε ἡδιστα δὶς τε καὶ τρίς τῶν ἐμῶν ἀναμνήσω. » ἀφευδῆ δὲ τὰ τῶν παρθένων, οἷοις τοῖς σπετέροις η. Θεοκλῆς Ὑπερείδι. Ἥρων τῆς Ἀριγνώτης, παρθένου καλῆς. ταύτην μοι νομίμως κατενεγύησαν οἱ τεκόντες, καὶ ἤν ὄντως ἐπαφρόδιτος ὁ γάμος· ἐρωμένην γὰρ ἀπέλαχον γαμετὴς. καὶ τὴν συνάφειαν ἠγούμην βεβαίαν, γινώσκων ὡς ἀσφαλέστερος καθίσταται γάμος ἐκ πόθου τινὸς τὴν πρόφασιν εὐτυχῆς. ἀλλ’ ὁ βάσανος Ἔρως ἐνίλ- λαξέ μου τὸν πόθον, καὶ τῆς πενθερᾶς ἀντ’ ἐκείνης ἐρώ. τί οὖν πράξω; πῶς ἀναιδῶς πρὸς ἐρωμένην, πῶς ἐπικωῶς πρὸς πενθερὰν ἐκλαλήσω; αὕτη με τὸν ἥθες. μέμιχται δὲ ἀπαλῷ μὲν ἰδρώτι, θερμῷ δὲ καὶ κηδεστην ἐξ εὐνοίας παῖδα καλεῖ. πῶς ἐρωτικῶς συν- διαλέξομαι γυναῖκί, ἣν πολλάκις μητέρα προσείπον; τοιγαροῦν, κἂν τύχω κἂν ἀποτύχω, διχόθεν ἐγὼ δυστυχῶ. ὑμεῖς τοίνυν, ὦ θεοί, ἀποτρόπαιοί γε ὄντες τὸ δυσσεβὲς ἀποτρέψετε. θυγατρὶ καὶ τεκούσῃ μήποτε

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
