# Epistulae 266.4

Aristaenetus, Epistulae, 266.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/266.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/266.4

β' Ἀλεξάνδρῳ. Ἀπορῶ τίνα ἢ ποίαν ἀρχὴν με λάβῃ πρὸς σε· ἐφ' ᾧ γὰρ ἂν ἐπισκοπῶν ἐπιβάλω τὴν διάνοιαν, πάντα μοι φαίνεται μεγάλα καὶ θαυμαστά, καὶ λήθης οὐδὲν ἄξιον ὁρῶ, μνήμης δὲ οἰκεῖα καὶ προτρέψεως. ὅν οὐδὲν οὐδεὶς ἀμυρώσει χρόνος· αἱ γὰρ καλάι τῶν διδασκάλων παραίνεσεις καὶ προτρέψεις θεατὴν ἔχουσι τὸν αἰῶνα. διὸ πειρῶ τὴν ἀρχὴν μὴ εἰς ὑβριν ἀλλ' εἰς εὐεργεσίαν κατατιθεσθαι, ἥς οὐδὲν μείζων τῶν ἐν βίῳ ὑπάρχειν πέφυκε. διὸ καὶ τὸ θνητὸν τῆς φύσεως πολλάκις ὑπὸ τοῦ χρεῶν διαλυόμενον ἀφθαρτον διὰ τὸ μέγεθος τῶν ἔργων κέκτηται τὴν μνήμην. τούτων οὖν τὴν ἔννοιαν ἔχε· οὐ γὰρ ἀλόγως ἠνέχθης ὡς ἔνιοι, οἱ ἀτόνους καὶ τὰς γνώμας διετέθησαν. σοὶ καὶ γένος ἔντιμον καὶ βασιλεία πατρῷος καὶ παιδεία βέβδιος καὶ δόξα περίβλεπτος, καὶ ὅσον ταῖς ἀφορμαῖς τῆς τύχης διαφέρεις, τοσοῦτον καὶ ταῖς ἀρεταῖς τῶν καλῶν

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
