# Epistulae 267.1

Aristaenetus, Epistulae, 267.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/267.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/267.1

πρωτεύειν σε δεῖ. τὰ δ᾽ ἄλλα πράττε μὲν τὰ συμφέροντα, ἐπιτελεῖ δὲ τὰ δόξαντα. γ᾽ Φιλίππῳ. Οἱ πολλοὶ τῶν φιλοσόφων τὴν εὐεργεσίαν θεῷ ἴσομοιρον παρεσχεύασαν· ὡς γὰρ ἀπλῶς εἰπεῖν χάριτος δόσις καὶ ἀμοιβὴ συνέχει τοὺς τῶν ἀνθρώπων βίους, τῶν μὲν διδόντων, τῶν δὲ λαμβανόντων, τῶν δ᾽ αὖ πάλιν ἀνταποδιδόντων. διὸ καλὸν καὶ δίκαιόν ἐστι πάντας μὲν τοὺς ἀναξίως ἀτυχοῦντας ἐλεεῖν· οἷκτος μὲν γὰρ ἡμέρου ψυχῆς ἐστὶ σημεῖον, χαλεπότης δὲ ἀπαιδεύτου· αἰσχρὸν γὰρ καὶ ἀγέλειον ἀρετὴν ἀτυχοῦσαν περιορᾶν. ὧθεν ἐπαινῶ καὶ τὸν ἡμέτερον γνώριμον Θεόφραστον λέγοντα τὴν χάριν ἀμεταμέλητον εἶναι καὶ καλὸν καρπὸν φέρειν τὸν παρὰ τῶν εὖ παθόντων ἐπαίνον. διόπερ δεῖ τοὺς νοῦν ἔχοντας τῶν ἀνθρώπων εἰς πολλοὺς αὐτὴν κατατίθεσθαι, νομίζοντας χωρὶς τῆς εὐημερίας ἐφανὼν τινὰ τοῦτον αὐτοῖς ὑπάρχειν ἐν ταῖς μεταβολαῖς τῶν πραγμάτων, καὶ εἴγε μὴ πάντας, ἀλλ᾽ ἕνα τινὰ τῶν εὐεργετηθέντων ἀποδιδόναι τὴν χάριν. ὧθεν πειρῶ πρόθυμος μὲν εἶναι ταῖς εὐεργεσίαις, ἔποχος δὲ τοῖς θυμοῖς· τὸ μὲν γὰρ βασιλικὸν τε καὶ ἡμερον, τὸ δὲ βάρβαρον τε καὶ στυγητόν. τὰ δ᾽ ἄλλα καθὼς ἂν δοκιμάζῃς πράττε μὴ παραρῶν τὰς λυσιτελεῖς ψήφους.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
