# Epistulae 267.4

Aristaenetus, Epistulae, 267.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/267.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/267.4

δ᾽ Τῷ αὐτῷ. Οἱ διάγοντες τῶν βασιλέων ἐπὶ φρονήσει καὶ ταῖς ὑπεροχαῖς τῶν ἀστρῶν φαύσαντες εὐεργετοῦσιν οὐδὲ πρὸς τοὺς αὐτοὺς πολιτευομένους καίρους, ἀλλὰ καὶ θεμεριόντες τὸ τῆς τύχης δάτατον ἠσαυρίζουσι τὴν χάριν πρὸς ἑκάτερα, ἐν μὲν ταῖς εὐπραγίαις τιμῆς βουλόμενοι μεταλαμθάνειν (τιμὴ γὰρ οἰκεῖον ἀρετῆς ἐστιν), ἐν δὲ τοῖς συμπτώμασι βοηθείας· αἱ γὰρ συμφοραὶ τὶναγχαία χρίνουσι τῶν καλῶν πρότερα. σαφέστατος γὰρ εὐνοίας ἔλεγχος ὁ τῆς τύχης καιρός· ἀπαιτεῖ γὰρ οὐ λόγους ἀλλὰ πράξεις δεόντως, ἡ γὰρ τῶν εὐνοοῦντῶν ὁμὶς ὡσπερ ἐν πελάγει χειμαζομένῳ παραφάνη γῆ. πᾶσα γὰρ ὡς δοῖκεν ἐν ἐρήμῳ πεσούσα τύχη σκοπὸς ἀληθῶς ἐκκείται τοῖς πολεμεῖν ἢ ἀδίζειν ἢ συκοφαντεῖν αἰρουμένοις, μόνη δ᾽ ἡ τῶν σπουδαίων διαγωγή· τὸ τῆς τύχης εὐκίνητον οὐκ ἀπαρνεῖται, φέρουσα δ᾽ εὐλόγως πᾶν τὸ προσπίπτον ἐκ τῶν κατὰ Πλάτωνα χρεῖττόνων εὖ διατίθεται. διὸ καὶ τὴν ταχυτῆτα τῶν πραγμάτων εὐλαβοῦ καὶ τὸν κύκλον τῆς μεταπτώσεως τήρει καὶ τὰς ἐν τῷ ζῆν ψήφους λογίζου· πολλὰ γὰρ ἡ ταυτομάτου φορὰ κομίζει τῷ βίῳ καὶ ῥοπὰς αὐτονόμους ποιεῖ. τοῖς μὲν ἀγνοοῦσι μετάνοιαν δίδου, τοῖς δ᾽ εὐνοοῦσι τὰς χάριτας προχέουσις μέμε· ταῦτα γὰρ πράττων οὐχ ἀπαξ ἀλλὰ δι᾽ ὅλου συντηρῶν ἀσφαλέστατα καὶ ἀκίνδυνα τὰ τῆς ἡγεμονίας ἔξεις μέληθρα. ὡς μὲν ὑπὲρ μεγάλων ὀλίγα, ὡς δὲ πρὸς σέ, πάντα σχεδὸν εἴρηται.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
