# Epistulae 269.1

Aristaenetus, Epistulae, 269.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/269.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/269.1

ΑΡΤΑΞΕΡΞΟΥ ΕΠΙΣΤΟΛΑΙ. α' Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἐπτὰ καὶ εἴκοσι καὶ ἑκατὸν στρατειῶν ἄρχουσι τάδε γράφει. Πολλῶν ἐθνῶν ἄρξας, καὶ πάσης τῆς ἐβουλήθην κρατήσας οἰκουμένης, καὶ μηδὲν ὑπὸ τῆς ἐξουσίας ὑπερήφανον μηδὲ σκιχνὸν εἰς τοὺς ἀρχομένους ἀναγκαῖσθεις ἀμαρτεῖν, ἀλλ' ἐπικικῇ καὶ πρᾶον ἐμαυτὸν παρασχὼν, καὶ προνοησάμενος εἰρήνης καὶ εὐνομίας αὐτοῖς, ἐζήτουν πῶς εἰς ἀπαντα τούτων ἀπολαύειν αὐτοῖς γένοιτο, τοῦ δὲ διὰ σωφροσύνην καὶ δικαιοσύνην παρ' ἐμοὶ τὴν πρώτην μοῖραν δόξης καὶ τιμῆς ἔχοντος, καὶ μετ' ἐμὲ δευτέρου διὰ πίστιν καὶ ἑδαίαν εὐνοιαν, Ἀμάνου, χρηδεμονικῶς ὑποδείξαντός μοι παντάπασιν ἀνθρώποις ἀναμεμιγθαι δυσμενὲς ἔθνος καὶ τοῖς νόμοις ἀλλόκοτον καὶ τοῖς βασιλεῦσιν ἀνυπότακτον καὶ παρηλλαγμένον τοῖς θεοῖς καὶ τὴν μοναρχίαν μισοῦν καὶ δύσνουν τοῖς ἡμετέροις πράγμασι, κελεύω τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμάνου πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι, μηδεμίαν φειδὼν ποιησαμένους, μηδ' ἐλέη πλεόν ἢ τοῖς ἐπεσταλμένοις πειθόμενος παραχωῦσαι τῶν χρημάτων. καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετάρτῃ καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνός· τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πανταχόθεν ἡμῖν πολέμιοι μιᾷ ἡμέρᾳ διαφθαρέντες τοῦ λοιποῦ μετ' εἰρήνης ἡμῖν τὸν βίον διάγειν παρέχωσιν.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
