# Epistulae 275.6-276.3

Aristaenetus, Epistulae, 275.6 to 276.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/275.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/275.6

ιγ'. Καύνιοι Βροῦτω. Οὐδὲν θαυμαστὸν εἰ πρεσβευόμενοι ὑπὲρ εὐνοίας ἐν ταῖς ὑπουργίαις καταδεέστεροι τῆς χρείας ἐλεγόμεθα· ἐκεῖνο μὲν γὰρ ἐσπουδαχότων ἔργον, τοῦτο δὲ ἀσθενούντων. διὸ χεῖρ τε τὴν ἐκ τῆς προθυμίας διάθεσιν μᾶλλον ἢ τὸ ἐν τοῖς ἔργοις ὑπολιπὲς σκοποῦντα φίλους νομίζειν τοὺς καὶ ἀ μὴ δυναμένα σπουδάζοντας. ιδ'. Βρούτος· Λυκίοις. Ὅσα ὑμῖν ἐστὶ μηχανικὰ ὄργανα τευχωμαχίας ἢ ναυμαχίας ἐπὶ Καῦνον, παραπέμψατε Κάσσιῳ τῷ συνάρχοντί μου πορθοῦντι Ῥόδον θάττον ἡμερῶν τριάκοντα, ἀφ' ἧς ἂν ἡμέρας τὴν ἐπιστολὴν ταύτην δέξησθε, ἵνα μὴ τοῖς κατ' ἐκεῖνον ἡμῖν παρεσκευασμένοις ἀναγκασθῶμεν χρησθαι καθ' ὑμῶν. κδ' Λύκιοι Βρούτῳ. Οὐδ' αὐτοὶ Ξανθίους ὑποδέξασθαι ἐγνώχαμεν, εἰ κοινωνεῖν τῆς συμφορᾶς μᾶλλον ἢ ἐπικουρίζειν μέλλομεν αὐτοῖς τὸ ἀτύχημα, ἐοίκασι δὲ κάκεινοι παραλιπόντες τοὺς μηδὲν ὀνήσαντας ἡμᾶς Παταρεῦσι καὶ Μυρεῦσι καὶ Κωρυκίοις καὶ Φασηλίταις ὡς βεβαιωτέροις προσφύσειν βοηθοῖς. ὅθλον γὰρ πεποιήκας, ὦ Βρούτε, οὐ δι' ὀργὴν ἐλαύνων τοὺς φυγάδας ἐκ Λυκίας, ὑπὸ δὲ χρηστότητος διδάσκων τίσιν ἥδιον αὐτοὺς χαρίση. κθ' Βρούτος Κώσις. Οἱ πεμφθέντες ἐπὶ τὴν παρ' ἡμῶν συμμάχων ἀπὸγγυλιάν μοι τὰς ναῦς ὑμῶν ἄρτι κατασκευάζεσθαι· εἰ δὲ εἰς τὸν τοῦ πολέμου καιρὸν παρασκευάζεσθε, τί χρήσεσθε ταῖς παρασκευαῖς οὐχ ὅδα. τί γὰρ πλεῖον ἰσχύος ἀκαίρου, ἢς παντελῆς ἀσθένεια τὸ ἀχρηστον; Καὶ σοὶ τάχιον ἐλπίδος νικῶν συμβαίνει, καὶ ἡμῖν μὴ βραδίων ἐπιταγῆς ὑπουργεῖν, εἰ μέλλεις τοὺς συμμάχους ἐξ ὧν ἂν κελεύσῃς χρόνων μᾶλλον ἢ ἐξ ὧν ἂν ταχύνη Κάσσιος ἀποδέχεσθαι. κε' Βρούτος Λυκίοις. Ξανθίοι τὴν ἐμὴν εὐεργεσίαν ὑπεριδόντες τάφρον τῆς ἀνοίας ἐσχύησαι τὴν πατρίδα, Παταρεῖς δὲ πιστεύσαντες ἑαυτοὺς ἐμοὶ οὐδὲν ἐλλείπουσι διοικοῦντες τὰ καθ' ἕκαστα τῆς ἐλευθερίας. ἐξὼν οὖν καὶ ὑμῖν ἢ τὴν Παταρέων κρίσιν ἢ τὴν Ξανθίων τύχην ἐλέσθαι.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
