# Epistulae 276.5-277.3

Aristaenetus, Epistulae, 276.5 to 277.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/276.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/276.5

κζ' Λύκιοι Βρούτῳ. Ξανθίοις μὲν συναχθόμεθα τῆς συμφορᾶς, ἣν πρόσταμον τῆς ἀνοίας ἔχουσι τῷ μηδὲ μετανοῆσαι δύνασθαι, Παταρεῦσι δὲ συνήσθημεν σωφρόνως ἄμα καὶ εὐτυχῶς ἐλομένοις & ἐμελλε συνοίσειν αὐτοῖς. αὐτοὶ δὲ οὐχ οὕτως ἡλίθια φρονούμεν, ὥστε, παρόν ἐν φίλοις ἀριθμουμένοις εὐτυχεῖν, τὴν τῶν δι' ἔχθραν κεχωρισμένων ἀτυχίαν ἐλέσθαι. κζ' Βρούτος Λυκίοις. Ξανθίων τοὺς διαφυγόντας οἱ ὑποδεξάμενοι ἡμῶν οὐδὲν μετριώτερον πείσονται Ξανθίων, Παταρεῦσι δὲ καὶ Μυρεῦσι καὶ Κωρυκίοις καὶ Φασηλίταις, χὰν ἄλλο τι εὖ ποιεῖν ὑποδεξάμενοι αὐτοὺς ἐθέλωσιν, ἐπιτρέπω, ἵνα ὁρθῶς αὐτοῖς βεβουλεύσθαι φίλους ἡμᾶς ἀλλὰ μὴ πολεμίους ἐλόμενοι ἔργῳ αἰσθύνωνται ὁρῶντες Ξανθίους. κη' Λύκιοι Βρούτῳ. λ'. Κῶσι Βρούτῳ. Εὐπορούντων ἔργον τὸ πέμπειν, πενυμένων δὲ τὸ ἀποφαίνεσθαι. λε'. Βρούτος Κυζικηνοῖς. Τὰ ἀπὸ Βιθυνίας ὅπλα ππρατέψατε μέχρι Ἑλλησπόντου ἢ κατὰ γῆν ἐπιθέμενοι ἢ κατὰ θάλατταν, αἱθοῦσθε δ' ἂν αὐτοῖς τῆς ῥώνας αὐτῶν κομιδῆς. εἰ μέντοι βραδύτερον ἢ δεῖ ἡμῖν ἔλθοι, ἢ καὶ ὑπὸ τοὺς πολεμίους γένοιτο, ὅφ' ἡμῶν ἡδικήσθαι δοξόμεν. λζ'. Κυζικηνοὶ Βρούτῳ. Παραπέμψαι τὰ ὅπλα καὶ κατὰ γῆν διὰ τοὺς πολέμους καὶ κατὰ θάλατταν διὰ τοὺς χειμῶνας χαλεπὸν, μάλιστα σοὶ τὰ ἐναντιώτατα συνάψαντος, τάχος καὶ ἀσφάλειαν. ὅμως δὲ σπουδῆς οὐδεμιᾶς λελειψόμεθες, Τοὺς μὲν ἰδίους ἐπιστάμεθα καιροὺς ὅτι μακρόθεν τὰς χρείας προνηυτρεπίσθαι δεῖ, τοὺς δὲ τῶν συμμάχων οὐ ῥάδιον συνιδεῖν, εἰ μὴ πρὸ πολλοῦ τις καταχρηλλοῖ. τὴν μέντοι παρασκευὴν μὴ νόμιζε ἀχρηστον εἶναι διὰ τὸ βραδύ· κἂν γὰρ εἰς τὸ παρὸν ἐλλείπῃ, σώζεται γοῦν ἀχρηφνῆς εἰς τὰ μέλλοντα. λα'. Βρούτος Καυνίοις. Αἱ μὲν κατ' ὀψιν ὑπουργίαι τῶν ὑπηκόνων κολακείας καὶ φόβου τὸ πλεῖον μεμοίρανται, τὸ δὲ προθύμως εἰς ὃ ἂν ἐπιστέλλωμεν ὑπακούειν πολλὴν ἐνδείκνυται βεβαιότητα. καὶ ὑμεῖς οὖν ὑπὲρ ὧν ἐγράψαμεν διασκέψασθε, πότερον ὑμῶν καὶ τὰς ἄλλας ὑπουργίας δι' ἀνάγκην ἀπάσας ἢ δι' εὐνοιαν χρὴ δέχεσθαι. πίστις γὰρ αὐτάρκης βεβαιότητος φαίνεται τοὐνηνεκῶς ὑμῶν εἰς τὰς χρείας ἐτοίμων.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
