# Epistulae 278.8

Aristaenetus, Epistulae, 278.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/278.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/278.8

λζ. Κυζικηνοὶ Βρούτῳ. Τὸ σπουδαῖον ἡμῶν οὐκ ἐξ ὧν πολλάκις ὑπουργή-σαμεν μόνον, ἀλλὰ καὶ ταῖς παρὰ σοῦ δωρεαῖς μαρτυ-ρηθὲν ἔδοκε πεπιστεύθαι. ἐπεὶ δὲ τοῖς κατὰ προαί-ρεσιν οὐχ ἅπαντες ὁμοιοῦσιν οἱ καιροί, τί δεῖ μέρος ἔχοντα ἀριμῆσαι τὴν ποτε ἀσθένειαν; πᾶν γὰρ τοῦν-αντίον μῖδος ὑποληπτέον μεγαλοψυχίας τὸ πολυωρεῖν τοὺς ὀρθῶς διακονήσαντας καὶ συγγνώμην ὑποτιμήσει χαρίζεσθαι. σὺ δὲ καὶ πρὸς ἐφήδεσαι τῇ ἀδυναμίᾳ ἐφ' ἣν ἡμῶν, ὥστε οὐχὶ σοὶ ἐλλείπειν μελλοντος ὅσον ἂν ἡμῖν ἐνδέη. τούς μὲν οὖν ἄνδρας, εἰτε συμμά-χους εἰτε ὑπουργοὺς θέλεις (οὐ διοισόμεθα γὰρ περὶ ὀνομάτων), ἅπαγε, ἡμεῖς δὲ εἰ ἀπεγνωκότες σου τὰς εἰς τὸν πόλεμον ἐλπίδας, οὐκ ἂν θεραπεύοιμεν αὐ-τὰς πρεσβευόντων. νῦν δὲ τὰ βέλτιστα εὐχόμενοι περὶ σοῦ καὶ νῆ Δία προσδοκῶντες, εἰ καὶ τῶν ἐπινι-κίων ἀπελαθοῦσθαι ὡς ἐχθροί, τῆς γοῦν χάριτος μεθέ-ξομεν ὡς φίλοι.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
