# Epistulae 292.4

Aristaenetus, Epistulae, 292.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/292.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/292.4

6 Χίων Μάτρῳ χαίρειν. Ἀρχέπολις Λήμνιος μὲν ἐστιν, ὡς λέγει, τὸ γένος, φαῦλος δὲ καὶ ἀτέχμαρτος ἄνθρωπος καὶ στασιαστὴς πρὸς πάντα, μάλιστα δὲ πάντων πρὸς ἑαυτόν, σὺν δὲ τούτοις καὶ λελυμένος τῇ ἀποπληξίᾳ καὶ πᾶν ὁ ἂν οἴηθῃ λέγων· νοεῖ δ' ἀεὶ τὰ μωρότατα. οὗτος τὸ μὲν πρῶτον, ὡς συνῴδηνα, ταμίας τε ἐν Λήμνῳ γενόμενος καὶ τὰς δημοίας μετῴων ἀρχὰς οὐκ εὐτρεπῶς ἀνεστρέφετο, ὡς δὲ ἐξόξεν αὐτῷ καταφρονεῖσθαι καὶ φι-λοσοφίας, εἰς Ἀθῆνας κατέπλευσε, κάκει πολλὰ μὲν Πλάτωνι δυσηρέστησε, πολλὰ δ' ἡμᾶς ἐθλασφήμησεν. οὐδὲν γὰρ αὐτῷ χρήσιμοι ἐφαινόμεθα, περὶ ἀρετῆς ἀλλ' οὐ περὶ χρηματισμοῦ τὰς διαλέξεις ποιούμενοι. (2) νῦν δὲ εἰς τὸν Πόντον ἐμπορεύεσθαι φησιν, οὐχ ἀφρόνως, εἰ δὴ τοῦτο μόνον ἑαυτῷ προσήκειν λελόγι-σται· ἀλλὰ τὸ ἀστάμητον αὐτοῦ καὶ πετόμενον οὐδὲ ταύτην ἐπιδέχεται τὴν φρόνησιν, ἵνα ὅς τέ ἐστιν εἴδῃ καὶ εἰς ὁ χρήσιμος· πρὸς γὰρ τὸ ἀεὶ φανταζόμενον μετεωρίζεσθαι. οὗτος ἐπιλαθόμενος τῶν βλασφημιῶν προσῆλθέ μοι καὶ ἐδεήθη σοι γράφαι περὶ αὐτοῦ, ἐγὼ δὲ ἐκεῖνῳ μὲν, ἵνα μὴ ἀναξίῳ ὄντι Βελλεροφόντου σχῆμα περιθῶ, ἑτέραν ἐπιστολὴν ἔδωκα, οὐδὲ ἔχει τι ὁμοῖος ψευσάμενος, ταύτην δὲ προαναγομένῳ Λυσίδι ἐνεχείρισα. (1) οἶμαι δὴ πᾶσαν φιλανθρωπίαν δεξασθί σε δεῖν τὸν ἄνθρωπον καὶ εἰπεῖν ἐπὶ τέλει ὅτι «οὕτως ἀμείβεται Χίων τοὺς βλασφημήσαντας· τοῦτο γὰρ ἐν ἐστὶ τῶν μαθημάτων αὐτοῦ, ὁ σὺ ἐχλεύαζες, τὸ μη-δὲνα κακὸν ἀμύνεσθαι μέχρι τοῦ μὴ αὐτὸν ἀγαθὸν εἶναι.» τοῦτο δὲ ἔσται, ἐὰν εὐποιίας αὐτοῦς ἀμυ-νώμεθα. οὕτω μὲν οὖν ὅτι οὐδὲν πείσεσται ἄτρωτος

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
