# Epistulae 295.2

Aristaenetus, Epistulae, 295.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/295.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/295.2

ιβ᾽. Χίων Μάτρίδι χαίρειν. Εἰς Βυζάντιον θρασυτέρῳ μὲν, ταχεῖ δ᾽ οὐν πλῆθ διασωθεὶς ἐγνών αὐτὸς τε ἐπιμεῖναι χρόνον, ὃν ἂν μοι καλῶς ἔχειν δοκοίη, καὶ πρὸς ὑμᾶς ἐκπέμψαι Κρωβύλων τὸν θεράποντα, ἵνα τὴν καθόδον πράττωμεν ἀφελίμως τῇ πατρίδι· τὸ μὲν γὰρ ἡμέτερον ἀσφαλὲς οὐχ ἐπὶ Κλεάρχῳ ἐστίν. βούλομαι δ᾽, ἐπεὶ προῆλθεν ἀπαξ, καὶ καθόλου σοι τὴν ἐμὴν γνώμην δηλῶσαι. ἐμοὶ γὰρ δοκεῖ τῇ μὲν πατρίδι ὁ μέγιστος εἶναι κίνδυνος μετ᾽ ἀτυχίας ἤδη παρουσίας. νῦν τε γὰρ, ὡς πυθάνομαι, σφαγὰς τε ἀνδρῶν καὶ φυγὰς ὑπομένει, στερομένη μὲν τῶν ἀρίστων πολιτῶν, τοῖς δὲ ἀσεβεστάτοις δουλεύουσα, καὶ εἰσαθὺς οὐχ ὁ τυχὼν αὐτῇ κίνδυνος, μήποτε ἐκ τῆς περὶ ταῦτα συντυχίας οἷς μὲν πόθος τοῦ τυραννεῖν, οἷς δὲ συνήθεια δουλείας γένηται, καὶ τὸ λοιπὸν εἰς μοναρχίαν ἀκατάλυτον περιστηῇ τὰ πράγματα. (2) μικραὶ γὰρ δὴ βραχαὶ καὶ τῶν πολυχρονίων καὶ σχεδὸν σιπενν᾽ ἀπαύστων ἀρχοῦσι κακῶν καὶ ἐγγιστα ὁμοίων τι ποιοῦσι τοῖς νοσήμασι τῶν σωμάτων. ὥσπερ γὰρ ἐκεῖνα περὶ μὲν τὰς ἀρχὰς ῥᾳῶν ἀπολύεται τῶν ἀνθρώπων, ἐνασχυσάντα δὲ δυσίατα ἢ καὶ τελῶς ἀνίατα γίνεται, οὕτω καὶ τὰ ἐν ταῖς πολιτείαις νοσήματα. μέγρι μὲν γὰρ μνήμη τε ἐλευθερίας ἰσχύει καὶ ἐπέργεται τοὺς δουλουμένους, παρατάξεις λίαν ὀχρὰ γίνεται πρὸς τοῦ πλήθους· ἐπειδὰν δὲ ἀπαξ ὑπερισχύση τὸ κακὸν καὶ μηκέτι ἢ τοῖς ἀνθρώποις λόγος, ὅπως

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
