# Epistulae 297.1

Aristaenetus, Epistulae, 297.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/297.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/297.1

τὸ δὲ ὧμόν ἐστιν τὸν τύραννον τελῶς καὶ χαλεπὸν ὠφελιμώτερον ἔγωγε ἡγοῦμαι τῇ πόλει ἢ τὸ δημοχοπεῖν αὐτὸν καὶ προχαλύπτεσθαι δόξαν μετριότητος. (2) τὸ δὲ αἴτιον, ὅτε οἱ μὲν χαλεποὶ διαφθείρονται ταχέως, καὶ ἂν μὴ καταλυθῶσι, μῖσος δμως τυραννίδος κατέλιπον τῇ πλῆθῃ· καὶ παντελῶς τὴν μοναρχίαν ἀφ’ ἑαυτῶν διέβαλον. οὕτως οὖν συμβαίνει, τὸν γοῦν λοιπὸν χρόνον φυλακτικωτέρους γίνεσθαι καὶ προνοητικωτέρους τῆς δημοκρατίας ἅπαντας. ὅταν δὲ τις δουλωσάμενος ἐκδημοκοπήσῃ τοὺς δουλωθέντας, χὰν ἀναίρεθῇ ταχέως, πολλὰ δμως ἐγχαταλείπει τυραννίδος ἐν ἑκάστοις κακά, ὧν οἱ μὲν εὖ τὸ ποθοῦντες πεῖσεσθαι, οἱ δὲ ἄλλως δημαγωγηθέντες τυφλοὶ τῶν κοινῇ συμφερόντων εἰσὶ, καὶ τὸν τε ἀνααιρεθέντα οὐκτεῖροῦσιν ὡς ἢ μέτρητον καὶ τὴν τυραννίδα οὐχ ὡς ἀνίχεστὸν τὴ φυλάττονται κακόν, ἀγνοοῦντες ὅτι, χὰν πάντα τις ἢ μέτριος τύραννος, διὰ τοῦτο καταλυτέος ἐστίν, ὅτι ἐξεστιν αὐτῷ καὶ χαλεπῶ εἶναι. (3) Κλέαργος δὴ ὡμὸς ὧν αὐτὸς τε εὐχείρωτος ἔσται μισούμενος καὶ τοῖς ἄλλοις δυσχατορθωτέραν ποιήσει τὴν τυραννίδα, προσποιούμενος δ’ εἶναι μέτριος αὐτὸς τε ἂν ταύτην τὴν δόξαν καρπώσαιτο, τοῖς τε βουλομένοις ὑστερον εὐέματον ἀπολίποι τὴν ἀχρόπολιν. ἀλλὰ ταῦτα μὲν καὶ σοὶ ὀχλαχῶ φανερὰ, τὸν δὲ τρόπον τῆς γραφῆς καὶ ἀποδόσεως τῶν ἐπιστολῶν χαίρω ὅτι δὴ σὺ τε ἀσφαλῇ ἐνόμισας καὶ τὸ τέλος μαρτυρεῖ μὴ ἀτῶπως ἠρξῆσθαι. ἐπεμψα δὲ σοὶ καὶ τὸ ἀντίγραφον τῆς πρὸς τὸν Κλέαρχον ἐπιστολῆς, διθυραμβικωτέραν ποιήσας ἐπίτηδες αὐτήν, ἵν’ ἡμῶν καταφρονῇ ὡς λογιμανούντων τελῶς.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
