# Epistulae 315.2

Aristaenetus, Epistulae, 315.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/315.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/315.2

β’. Δημοσθένες τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. Ἐνόμιζον μὲν ἀφ’ ὧν ἐπολιτεύομην οὐχ’ ὅπως μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι, ἀλλὰ καὶ μέ-τρια ἂν ἐξαμαρτῶν συγγνώμης τεύξεσθαι. ἐπειδὴ δὲ οὕτω γέγονεν, ὥς μὲν ἑώρων ὑμᾶς, οὐδεμιᾶς ἀπο-δείξεως φανερᾶς οὐδ’ ἐλέγχου γιγνομένου παρὰ τῆς βουλῆς, πρὸς τὰ ταῦτῃς ἀπόρρητα καταψηφιζομένους, ἀπάντων οὐδὲν ἔλαττον παραχωρεῖν ὑμᾶς ἠγούμενος ἢ ἐμαυτὸν ἀποστερεῖσθαι, στέργειν ἠγούμην· τὸ γὰρ οἷς ἂν ἡ βουλὴ φήσῃ τοὺς ὁμοιοκότας δικαστὰς προσ-τίθεσθαι, μηδεμιᾶς ἀποδείξεως ῥηθείσης, τῆς πολιτείας παραχωρεῖν ἦν. 2 ἐπειδὴ δὲ καλῶς ποιούντες ἠξιοῦσθε τὴν δυναστείαν ἣν τινες τῶν ἐν τῇ βουλῇ κατεσκευάζοντο ἑαυτοῖς, καὶ πρὸς τὰς ἀποδείξεις τοὺς ἄγῶνας κρίνετε, τὰ δ’ ἀπόρρητα τούτων ἐπιτιμήσεως ἄξια ὑγρίχατε, σῆμαι δεῖν, ἐὰν καὶ ὑμῖν βουλομένοις ἦ, τῆς ὁμοίας τυχεῖν σωτηρίας τοῖς τῶν ὁμοίων αἰτίοις τετυχηκόσι, καὶ μὴ μόνως δι’ αἰτίαν ψευδῆ τῆς πατρίδος καὶ τῶν ὄντων καὶ τῆς τῶν οἰκειοτάτων συνήθειας ἀποστερηθῆ-ναι. 3 εἰκότως δ’ ἂν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, μέ-λοι τῆς ἐμῆς σωτηρίας, οὐ μόνον κατὰ τοῦτο ὅτι οὐδὲν ὑμᾶς ἀδικῶν δεῖνᾶ πέπονθα, ἀλλὰ καὶ τῆς παρὰ τοῖς ἄλλοις ἀνθρώποις ἐνεκ’ εὐδοξίας. μὴ γάρ, εἰ

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
