# Epistulae 327.3

Aristaenetus, Epistulae, 327.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/327.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/327.3

Οὐθ' ὅπως χρὴ πιστεύειν οἷς ἀπήγγελλέ μοι Μενεκράτης οὐθ' ὅπως ἀπιστεῖν ἔχω· ἔφη γὰρ Ἐπιτίμουν ἐνδεδεῖχθαι μὲν καὶ ἀπηχθαι ὑπὸ Ἀράτου, σὲ δὲ ἀγωνίσεσθαι καὶ ἀπάντων αὐτῷ χαλεπώτατον εἶναι, δέομαι δὴ σοῦ πρὸς Διὸς ἐνίου καὶ πάντων τῶν θεῶν, μὴ με καταστήσῃς ἀνδεὶ καὶ δεινῶ μηδενὶ περιπετῇ. (2) εὖ γὰρ ἴσθι, χωρὶς τοῦ μέλειν μοι τῆς Ἐπιτίμου σωτηρίας καὶ νομίζειν μεγάλην ἂν συμφορὰν, εἰ τι πάθοι καὶ τοῦτο-σὺ συναίτιος εἴης, αἰσχύνομαι τοὺς συνειδότας μοι τοὺς λόγους οὓς ἐγὼ περὶ σοῦ πρὸς ἀπαντας ἀνθρώπους ἔλεγον, πεπεικὼς ἐμαυτὸν ἀληθῆ λέγειν, οὐκ ἐκ τοῦ πεπλησιακέναι σοι πείραν ἔχων, (3) ἀλλ' ὁρῶν ὅτι δόξης ἐπιτυγχάνων καὶ παιδείαν ἀπεδέχου, καὶ ταῦτα ἀπὸ τῆς Πλάτωνος διατρεβῆς, ἥπερ ἐστὶν ὡς ἀληθῶς τῶν μὲν πλεονεκτημάτων καὶ τῶν περὶ ταῦτα σοφισμάτων ἐξου, τοῦ βελτίστου δὲ καὶ τοῦ δικαιοτάτου πάνθ' ἕνεκα ἐξητασμένη· ἥς μὰ τοὺς θεοὺς τῷ μετασχόντι μὴ οὐχὶ ἀψευδεῖν καὶ πρὸς ἀπαντας ἀγαθὸν εἶναι οὐχ ὁσιον ἠγοῦμαι. (4) γένοιτο δ' ἂν μοι χἀκεῖνο τῶν χαλεπωτάτων. εἰ γὰρ ὧρμηκὼς κατ' ἐμαυτὸν εὐνοϊκῶς ἔχειν σοι τὴν ἐναντίαν γνώμην μεταλαβεῖν ἀναγκασιεῖην, ἂ δὴ ὑπολαμβάνων παρεωράσθαι καὶ περὲναχίσθαι, κἂν μὴ φῶ, νομίζε οὕτως ἔχειν. (5) εἰ δὲ ἡμῶν καταπεφρόνηκας, ὅτι τῶν πρώτων οὐκ ἐμὲν πω, λόγισαι ὅτι καὶ σύ ποτ' ἥσθα νέος καὶ τὴν ἡλικίαν εἶχες ἣν ἡμεῖς νῦν, ἐκ δὲ τοῦ συμβουλεύειν καὶ πράττειν γεγένησαι τῇλικούτος. κἂν ἡμῖν τούτῳ συμβαίη· τὸ μὲν γὰρ εἰ βούλεσθαι πᾶρεστι, τῆς δὲ τύχης συλλαμβανούσης καὶ τοῦργον γένοιτ' ἂν. καλὸς οὖν ἔφανος χάρις δικαία· ἣν καὶ σὺ ποίησαι πρὸς ἐμέ. (6) καὶ μηδ' ὑφ' ἑνὸς τῶν σοῦ φρονούντων χειρὸν ἄγου μηδὲ ἥττω, ἀλλ' ἐκείνους ἄγε ἐπὶ τὰ σοὶ δοκοῦντα· καὶ πράττε οὕτως ὅπως μηδενὸς τῶν ὁμολογηθέντων στερηθῶμεν, ἀλλ' Ἐπιτίμῳ γένηται σωτηρία τις καὶ ἀπαλλαγὴ τῶν κινδύνων. παρέσομαι δ' εἰς τὸν χρόνον κἀγώ, καθ' ὧν σὺ σῆς καιρὸν εἶναι. γράψας δέ μοι πέμψον, ἢ καὶ ὡς φίλῳ ἐπίστελλε. εὐτύχει.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
