# Epistulae 347.2

Aristaenetus, Epistulae, 347.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/347.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/347.2

λθ'. Μονίμω. Μελέτω σοι καὶ τῆς μετοικίας τῆς ἐντεύθεν, μελήσει δέ, εἰ μελετήσεις ἀποδηῆσαι, τοῦτ' ἔστι χωρίζειν τὴν ψυχὴν ἕτι ζῶν ἀπὸ τοῦ σώματος. τοῦτο γὰρ δοκῶ μοι καὶ οἱ περὶ Σωκράτη θάνατον ἐκάλουν, καὶ γὰρ ἐστὶν ἡ μελέτη ἐν τῷ βράστῳ, φιλοσόφει δὲ καὶ διασκέπτου, τί πρὸς σὲ οὐχ οὕτως καὶ τί κατὰ φύσιν καὶ τί κατὰ νόμον· ἐν τούτῳ γὰρ μόνῳ χωρίζεται ψυχὴ ἀπὸ σώματος, ἐν δὲ τοῖς ἄλλοις οὐδαμοῦ, ἀλλὰ καὶ ὅταν βλέτῃ καὶ ὅταν ἀκούῃ καὶ ὅταν ὀσφραίνηται καὶ ὅταν γεύηται, σύνεστιν ὥσπερ μιᾶς αὐτῆς χορωγίας ἐξημμένη. γίνεται γοῦν, ὅταν μὴ μελετήσωμεν ἀποθνῄσκειν, χαλεπὴν τελευτὴν ἀναμένειν· ἢ γὰρ ψυχὴ ὡς τινων παιδικῶν ἀπολειπομένη συμφοροῦχει καὶ μετὰ ἀχθοῦνός πολλῆς ἀπολύεται· ὅταν δὲ καὶ φιλοσόφων ψυχαὶ ἐντύχῃ, τότε καὶ ἐν τῇ ὁδῷ πολλὰ κάμνει. (2) ἀφιέται γὰρ ἀξενάγηντος ὅποι ποτὲ φέρεσθαι εἰς χρημνοὺς ἢ χάσματα ἢ ποταμοὺς, ἕως ἐπὶ τῷ ἐσχάτῳ ἐνεχύῃ· φεύγουσι γὰρ αὐτήν, ὅτι οἴονται πολλὰ ἐξημαρτηκέναι ἐν τῷ ζῆν παραχωρήσασαν τῷ χειρόνι τὴν τοῦ ὄλου ἀρχήν, δι’ ἣν πολλὰ ἠναγκάσθη ὡς ἐν πονηροκρατία δίκαια πράττειν. ὅταν δὲ μελετήσωμεν τὴν καλὴν μελέτην, γίνεται καὶ ὁ βίος ἡδὺς καὶ ἡ τελευτὴ οὐδ’ ἀηδὴς καὶ ἡ ὁδὸς βραχύς· ξέναγει γὰρ πᾶσα ἡ ἐντυχούσα τὴν τοιαύτην ψυχὴν ἐπὶ τὰ εὐπόρα καὶ ὥσπερ καλὴν ἄγραν ἐπιφανῶς ἄγει λαβομένην παρὰ τοὺς κάτω τῶν καλῶν δικαστάς, αὐτὴ τε ὡς ἂν μεμεληκυῖα καὶ μόνη ζῶν οὐκ ἀνιάζεται καταληψοῦσα τὸ σῶμα. (3) ἐστὶ δὲ καὶ διὰ τοῦτο καὶ πολλὴ τις ταῖς τοιαύταις ψυχαῖς ἐν ἄδου τιμή, ὅτι ἤρα οὐκ ἦσαν φιλοσώματοι. διόξα γὰρ ἐστὶ τὰς φιλοσώματους ψυχὰς φαύλας τε εἶναι καὶ ἀνελεύθερους, τὰς δὲ μὴ τοιαύτας ἀγαθὰς τε καὶ εὐλαβένας (ζῶσι γὰρ ἡγοῦμεναι πάντων καὶ ἐπιτάττουσαι ἀρχικῶς), διὰ τε ταῦτα ἀναιρεῖσθαι μόνα τὰ δίκαια καὶ βήστα, τῶν δὲ ἐναντίων μηδὲ ἐν, ἐφ’ ᾧ τὸ σῶμα ἀναγκάζει τὴν ψυχὴν ἡδεσθαι διὰ τὴν περιπεπλασμένην αὐτοῖς ἡδονὴν ἴχνος τρόπον ἢ ἄλλου τινὸς ἄλογον πρὸς τὴν τοῦ χειρόνος ἀρχὴν γεγεννημένου. (4) ταῦτά σοι ἐμέται μελετήσαντι ἀποθνῄσκειν, ὅταν δὴ μετοικεῖν ἐνθένδε, καὶ τὸ πρῶτον ἥδὺς ὁ βίος· ζῆσι γὰρ ἐλεύθερος, ἀρχων καὶ οὐκ ἀρχόμενος, βραχύς μὲν καὶ ὅσον τῷ σώματι περισώμενος, ** καὶ τοῦτ’ εἰς τὴν τοῦ ὄλου ἁρμονίαν, σιωπῶν δὲ βασιλεύων καὶ θεωρῶν, ὃ θεοὶ ἀνθρώποις τοῖς μετρίοις κατεσκεύασαντο ἀπεχομένοις τοῦ ἀγρίου βίου, ἐν ᾧ ἀρπαγαὶ καὶ ἀλληλοκτονίαι οὐ περὶ μεγάλων οὐδὲ θείων, περὶ μικρῶν δὲ καὶ κοινῶν, οὐ πρὸς ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ ἄλογα, περὶ γὰρ τοῦ πλεῖον ἔχειν καὶ ἐσθίειν καὶ πίνειν καὶ ἀφροδισιάζειν οἱ πάντες φαῦλοι εἰσι καὶ τοῖς ἄλογοις σύμφοροι.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
