# Epistulae 373.1

Aristaenetus, Epistulae, 373.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/373.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/373.1

ἀποθανεῖν, τελευταῖον δὲ καὶ παρέχειν λόγους ἐπὶ τοῖς κακοῖς βουλομένοις ἡμᾶς λέγειν. εἰ δὲ οὐ καὶ δυναμένους τινὸς ἠρέθημεν, τί ἄλλο ταύτῃ τῇ δυνάμει ἢ πρῶτον μὲν εἰς τὰ τῆς πόλεως, ἔπειτα εἰς τὰ τῶν φίλων χρήσσεσθαι ἐμελλον; ἀλαζονείας τε ἕνεκα πολὺ ἂν μᾶλλον ἐν ὀψει τῶν τε φίλων καὶ οὐχ ἧκιστα τῶν ἐχθρῶν δύνασθαι τι δεουλόμεθα. καὶ μὴν εὐμετάβολον γέ με οὔτε εἰς τὰ ἐπιτηδεύματα οὔτε εἰς ὑμᾶς τοὺς φίλους καὶ οὐχ ἧσσον εἰς τοὺς ἐχθροὺς σκοπῶν εἴποι τις ἂν, ὅς ἅπασιν ἐκ νέου μέχρι τοῦ νῦν τοῖς αὐτοῖς κέχρημαι πλὴν ἑνὸς ἀνδρός, Σοφοκλέους· πρὸς γὰρ δή τούτον μόνον ἴσασί με τάχα οὐχ ὁμοίως ἀεὶ τὴν γνώμην ἔχοντα. (6) ὃν ἐγὼ ἐμίσησα μὲν οὐδέποτε, ἐθαύμασα δὲ ἀεὶ, ἐστερῆξα δ' οὐχ ὁμοίως ἀεὶ, ἀλλὰ φιλοτιμότερον μὲν τινὰ εἶναι ποτὲ δόξας ὑπεῖδον, βουληθέντα δὲ διαλύσασθαι τὰ νεῖκη προθυμότατα ὑπεδεξάμην. καὶ ἀλλήλους μὲν, ἐξ ὅτου συνέβη, στέργομέν τε καὶ στέρεξομεν, τοὺς δ' ἐμβαλλοντας ἡμῖν πολλάκις τὰς ὑπονοίας εἶναι ἐκ τοῦ ἡμᾶς ἀπεχθάνεσθαι τὸν ἕτερον θεραπεύοντες, ἂν τι πλεῖον ἔχωσι, διαβεβλήμεθα. καὶ νῦν, ὦ βέλτιστε Κηφισοφῶν, οἶδ' ὅτι οὗτοί εἰσιν οἱ τοὺς περὶ ἡμῶν λόγους ἐμβαλλόντες εἰς τοὺς ὄχλους· ἀλλ' ὅσπερ ἀεὶ ἀπρακτοὶ αὐτῶν αἱ κακαὶ γλώσσαι ἐγένοντο καὶ γέλωτα ἐξ αὐτῶν καὶ μῖσος, οὐδὲν πλεῖον, ὡφλισχάνον, καὶ νῦν ἴσθι ὅτι οὐκ ἀπρακτοὶ μόνον ἀλλὰ καὶ ἐπὶ κακῷ σφίσιν ἔσονται. σὺ μέντοι εὖ ποιεῖς περὶ τούτων ἡμῖν γράφων, ἐπειδήπερ οἶει ἡμῖν διαφέρειν· ἀλλ' ὡσπερ εὖ ποιεῖς γράφων, οὕτως ἀδικοῦν σε φήσοιμ' ἂν ἡμᾶς ἀντιλέγοντα ὑπὲρ αὐτῶν τοῖς οὐκ ἀξίοις.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
