# Epistulae 374.1

Aristaenetus, Epistulae, 374.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/374.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/374.1

ΗΡΑΚΛΕΙΤΟΥ ΤΟΥ ΕΦΕΣΙΟΥ ΕΠΙΣΤΟΛΑΙ. α'. Γασιλεὺς Δαρεῖος Ἡράκλειτον Ἐφέσιον σοφὸν ἄνδρα προσαγορεύει. Καταβέβλησαι λόγον γραπτὸν περὶ φύσεως δυσνόητὸν τε καὶ δυσεξήγητον. ἐν τισὶ μὲν οὖν ἐρμηνευομένος κατὰ λέξιν σὴν δοκεῖ μοι δύναμιν τινα προσφέρεσθαι θεωρίας κόσμου τοῦ σύμπαντος καὶ τῶν ἀπὸ τούτου συμβαινόντων, ἄπερ ἐστὶν ἐν θειοτάτῃ κείμενα κινήσει, τῶν δὲ πλειόνων ἔποχὴν ἔχειν τὰ πρὸς ζήτησιν καὶ μάθησιν, ὥστε καὶ τοὺς ἐπὶ πλεῖστον μετεσχηκότας γραμμάτων ἑλληνικῶν καὶ τοὺς ἄλλους τοὺς ἀσχολουμένους περὶ τὴν τῶν μετεώρων προσοχὴν καὶ φιλομαθείαν ἀπορεῖσθαι τῆς ἐν ὀρθῇ γνώμῃ παρὰ σοὶ δοκούσης καταγεγράφθαι διηγήσεως. βασιλεὺς οὖν Δαρεῖος Ὑστάσπου βούλεται σῆς ἀκροάσεως μεταλαβεῖν καὶ παιδείας λογικῆς. ἔρχου οὖ συντόμως πρὸς ἐμὴν ὄψιν καὶ βασιλείου οἶκον. Ἕλληνες γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἀνεπισήμαντοι σοφιζόμενοι ἀνδράσιν ὄντες παρορώσι τὰ καλῶς ὑπ' αὐτῶν ἐνδεικνύμενα πρὸς καλὴν ἀγωγὴν καὶ δίαιταν, παρ' ἐμοὶ δὲ ὑπάρχει σοὶ πᾶσα μὲν προεδρία, καθ' ἡμέραν δὲ καλὴ καὶ σπουδαία προσαγόρευσις καὶ βίος εὐδόκιμος σαὶς παρανέσεσιν.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
