# Epistulae 376.1

Aristaenetus, Epistulae, 376.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/376.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/376.1

οὐχ ὑπ’ Εὐρυσθέως. (4) οὐ παύσεσθε σοφίαν ὑβρίζοντες καὶ ἴδια ἀμαρτήματα καὶ ἴδια ἐγκλήματα ἡμῖν προστρίβοντες; εἰ ἐδύνασθε μετ’ ἐνιαυτοὺς ἐκ παλιγγενεσίας πεντακοσίους ἀναδιῶναι, κατελάβετε ἂν Ἡράκλειτον ἐπὶ ζῶντα, ὡμῶν δὲ οὐδ’ ἰχνὸς ὀνοίματος. ἰσορρονησῶ πόλει καὶ χώρᾳ διὰ παντὸς οὐδέποτε σιγῶμενος. εἰ ἡ Ἔφεσίων ἀναρπασθῇ πόλις καὶ οἱ βωμοὶ διαλυθῶσι πάντες, αἱ ἀνθρώπων ψυχαὶ τῆς ἐμῆς ἔσονται χωρία μνήμης. ἀξίωμαι καὶ αὐτὸς γυναῖκα Ἡβὴν, οὐ τὴν Ἡρακλέους (ἐκεῖνος δὲ ἔσται μετὰ τῆς ἑαυτοῦ), ἑτέρα δ’ ἡμῖν γενήσεται. (5) πολλάς ἀρετὴ γενή, καὶ Ὀμήρῳ ἐδωκεν ἄλλην καὶ Ἡσιόδῳ ἄλλην, καὶ ὅσοι ἂν ἀγαθοὶ γένωνται, ἐνὶ ἑκάστῳ συνοικίζει παιδείας κλῆρος. ἆρ’ οὐκ εἰμὶ εὐσεβής, Εὐθύκλει, ὃς μόνος οἶδα θεόν, οὐ δὲ καὶ ὁρῶνς εἶναι οἴομενος καὶ ἀσεβῆς τὸν μὴ δυνάμενον; ἐὰν δὲ μὴ ἰδρυθῇ θεοῦ βωμός, οὐκ ἔστι θεός, ἐὰν δὲ ἰδρυθῇ μὴ θεοῦ, θεὸς ἔστιν, ὥστε λίθοι θεῶν μάρτυρες; ἔργα δὲ μαρτυρεῖν οἷα ἡλίου · νὺς αὐτῷ καὶ ἡμέρα μαρτυροῦσιν, ὥραι αὐτῷ μάρτυρες, γῆ δὴ καρποφοροῦσα μάρτυς, σελήνης δὲ κύκλος, ἐκεῖνον ἔργον, οὐράνιος μαρτυρία.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
