# Epistulae 391.2

Aristaenetus, Epistulae, 391.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/391.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/391.2

ἡ. Ἱπποκράτης Κρατεῦχ χαίρειν. Ἐπίσταμαί σε βιζοτόμων ἀρίστον, ὦ ἑταῖρε, καὶ διὰ τὴν ἀσκήσιν καὶ διὰ τὸ τῶν προγόνων κλῆος, ὡς μηδὲν ἀποδεῖν σε τοῦ προπάτορος Κρατεῦα. 2 νῦν οὖν, εἰ καὶ ποτε ἄλλοτε, βοτανολόγησον ὁκόσας τε καὶ ὁκοίας δύνασαι, ἀναγκαίη γὰρ ἐπείγει, καὶ διάπεμφαί μοι αὐτὰ ἐπ’ ἄνδρα ὧν πολὺ ἰσοστάσιον, Ἀβδηρίτην μὲν, ἀλλὰ Δημόκριτον· νοσεῖν γὰρ αὐτὸν φασί καὶ καθάρσιος μάλα χρείζειν ἐντὸς μανίας ὄντα. 3 μὴ χρῃσαίμεθα μέντοι σου τούτοις φαρμάκοισι, ὥσπερ καὶ πέπεισμαί· ἀλλ’ ὅμως εὐτρεπίσασθαι χρή πανταχόθεν. τὸ δὲ χρέμα τῶν βοτανῶν πολλάκις παρὰ σοὶ ἐθαύμασα, ὡς καὶ τὴν τῶν ὅλων φύσιν τε καὶ διάταξιν καὶ τὸ ἱερώτατον γῆς ἔδρυμα, ἐξ ἧς τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τροφαὶ καὶ φάρμακα καὶ τύχη καὶ ὁ πλοῦτος αὐτὸς ἀναφύεται· οὐδὲ γὰρ ἂν εἴ τις οἱ ἐπιβὴ ἡ φιλαργυρίη, οὐδ’ ἂν Ἀβδηρίται με νῦν δέκα ταλάντοισι ἐδελάζον, ἀντὶ ἰητροῦ μισθωτὸν ἐλέγχοντες. 4 εἰθὲ δὲ ἐδύνασο, Κρατεῦα, τῆς φιλαργυρίης τὴν πικρὴν ῥίζαν ἐκκόψαι, ὡς μηδὲν αὐτῆς λείψανον ἀφεῖναι. εὖ ἴσθι, ἐκαθάρημεν ἂν τῶν ἀνθρώπων μετὰ τῶν σωμάτων καὶ τὰς ψυχάς. 5 ἀλλὰ ταῦτα μὲν εὐχαί, οὐ δ’ ἡμῖν τὸ παρὸν μάλιστα τὰς ὀρεινὰς καὶ ὑψηλοφύτους βιζοτόμους βοτάνας· στερεώτεραι γὰρ τῶν ὑδρηλοτέρων εἰσὶ καὶ δριμύτεραιι μᾶλλον διὰ τὴν τῆς γῆς πυκνότητα καὶ τὴν λεπτότητα τοῦ ἄέρος· ὅ τι γὰρ ἕλκουσι ἐμψυχότερόν ἐστι. 6 πειρήθητι δ’ ὅμως καὶ τὰς παρὰ λίμνῃσι περικυίας ἀνθολογήσαι, καὶ τὰς παραποταμίους ἢ χηινίδας παρ’ ἡμῖν καλουμένας, ἃς δὴ ἀσθενέας καὶ ἀτόνους καὶ γλυκυχύλους εἶναι πέπεισμαί. πάντα δὲ ὁκόια χυλοὶ καὶ ὅποι βέοντες, ἐν διαλίνοις ἀγγείοις φερέσθωσαν· ὁκόσα δ’ αὐ φύλλα ἢ ἄνθεα, ἐν κώθωσι καινοῖσι περιεσφραγμένοις, ὅπως μὴ διαρριπίζομενα τῇσι πνοιῇσι ἐκλίπῃ τὸν τόνον τῆς φαρμακείης, ὥσπερ λιποψυχήσαντα. 7 ἀλλ’ εὐθὺς ἡμῖν ταῦτα πέμψων· καὶ γὰρ ἡ ὥρη τοῦ ἑτεος ἑρμοδίας, καὶ ἡ ἀναγκαίη τῆς λεγομένης μανίας ἐπείγει, τέχνης δὲ πάσης μὲν ἀλλοτρίων ἀναβολή, ἰητρικῆς δὲ καὶ πᾶν, ἐν ἧ ψυχῆς κίνδυνος ἢ ὑπέρθεσις· ψυχῇ δὲ τῶν θεραπειῶν οἱ καιροί, ὧν ἡ παραφυλακὴ τὸ τέλος. 8 ἑλπομαι οὖν ὁμεία εἶναι Δημοκρίτον καὶ δίχα ἰήσεως· εἰ δ’ ἄρα τι σφάλμα φύσεως ἢ καιροῦ ἢ ἄλλη τις αἰτίη γένοιτο (πολλὰ γὰρ ἂν ἡμᾶς θνητοὺς ἑόντας λάθοι, ὅτε μὴ πάγχν δι’ ἀτρεκείας εὐτονούντας), ἐπὶ

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
