# Epistulae 401.4

Aristaenetus, Epistulae, 401.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/401.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/401.4

κκ'. Ἱπποκράτης Δημοκρίτῳ περὶ ἐλλεβορισμοῦ. Τοῖς μὴ ῥηδίως ἄνω καθαιρομένοις πρὸ τῆς πόσιος προὑργαίνειν τὰ σώματα πλεόνι τροφῇ καὶ ἀναπαύσει. ἐπὴν δὲ πῆ ἐλλέβορον, πρὸς κινήσιος τὰ σώματα μᾶλλον ἄγειν, μὴ πρὸς ὕπνους· δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει. (2) ἐπὴν βούλη μᾶλλον ἄγειν ἐλλέβορον, χίνες τὰ σώματα. ἐλλέβορος ἐπιχίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι. ὅσοι ἐν ταῖς φαρμακοποσίῃσι μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν ἢ διψήσωσι. σπασμὸς ἐξ ἐλλεβορού θανάσιμον. ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγινώμενος κακόν. ἐν ταῖς ταραχῆσι τῆς κοιλίης καὶ τοῖσι ἐμέτοισι τοῖσι αὐτομάτως γιγνομένοις, ἦν μὲν οἷα δεῖ καθαίρεσθαι· καθαίρονται, ἐμφέρει τε καὶ εὐφόρος φέρουσι· εἰ δὲ μή, τοὐναντίον. (3) ὡς δὲ ἔχρην ἐν τῷ προγνωστικῷ, καθάπασι εὐθετέει ἢ ἄνω, ὅκου ἄνευ πυρετοῦ ἀτιτίη ἢ χαρδιωγμὸς ἢ σκοτοδίνος ἢ στόμα ἐκπικρευμένον, καθόλου ἐν τῇσι ὑπὲρ τῶν φρενῶν ὀδύνησι· ἢ δὲ κάτω, ὅκου χωρὶς πυρετοῦ στρόφος, σφύος ὀδύνη, γουνάτων βάρος, κατακίνησις δυσεργεύντα, ὀδύναι ἐν τοῖσι ὑπὸ τὸ διάφραγμα. (4) φυλάσσεσθαι δὲ ἐν τῇσι φαρμακοποσίῃσι

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
