# Epistulae 405.2

Aristaenetus, Epistulae, 405.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/405.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/405.2

Ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν Ἀθηναίων.Ἐπειδὴ Ἱπποκράτης Κῶος ἱητρὸς ὑπάρχων καὶ γεγο-νὼς ἀπὸ Ἀσκληπιοῦ μεγάλην εὔνοιαν μετὰ σωτηρίαςἐνδεδείκται τοῖς Ἕλλησι, ὅτε καὶ λοιμοῦ ἰόντος ἀπὸτῆς βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, κατὰ τόπους ἀπο-στείλας τοὺς ἑαυτοῦ μαθητὰς παρήγγειλε τίσι χρή θε-ραπείαις χρωμένους ἀσφαλῶς διώσασθαι τὸν ἐπὶόνταλοιμόν, (2) ὅπως τε ἰατρικὴ τέχνη Ἀπόλλωνος διαδο-θεῖσα τοῖς Ἕλλησιν ἀσφαλῶς σῴζη τοὺς κάμνοντας αὐ-τῶν· ἐξέδωκε δὲ καὶ ξυγγραφὰς ἀφόδους τὰ περὶ τῆςἰατρικῆς τέχνης, πολλοὺς βουλόμενος τοὺς σώζονταςὑπάρχειν ἰατρούς, τοῦ τε Περσῶν βασιλέως μεταπεμ-πομένου αὐτὸν ἐπὶ τιμαῖς ταῖς κατ᾽ αὐτὸν ἴσαις καὶδώροις ἐφ᾽ οἷς ἂν αὐτὸς Ἱπποκράτης αἱρήσαι, ὑπερεῖδεπάς ὑποψίας τις τοῦ βαρβάρου, ὅτι πολέμιος καὶ κοινὸςἐχθρὸς ὑπῆρχε τοῖς Ἕλλησιν. (3) ὅπως οὖν ὁ δῆμος ὁἈθηναίων φαίνεται προαιρούμενος τὰ χρήσιμα διαπαντός ὑπὲρ τῶν Ἑλλήνων, καὶ ἵνα χάριν ἀποδῷ πρέ-πουσαν Ἱπποκράτει ὑπὲρ τῶν εὐεργετημάτων, δέδο-κται τῷ δήμῳ μυῆσαι αὐτὸν τὰ μυστήρια τὰ μεγάλαδημοσία καθάπερ Ἡρακλέα τὸν Διός, καὶ στεφανῶσαιαὐτὸν στεφάνῳ χρυσῷ ἀπὸ χρυσῶν χιλίων, ἀναγορεύ-σαι τε τὸν στέφανον Παναθηναίοις τοῖς μεγάλοις ἐν τῷἀγῶνι τῷ γυμνικῷ, καὶ ἐξέναι πᾶσι Κῴοις παισὶνἐφηβέυσιν ἐν Ἀθήναις, ἐπειδήπερ ἡ πατρίς αὐτῶν ἄν-δρα τοιούτον ἐγέννησεν. εἶναι δὲ Ἱπποκράτει καὶ πο-λιτεῖαν καὶ σίτησιν ἐν Πρυτανείῳ διὰ βίου.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
