# Epistulae 416.1

Aristaenetus, Epistulae, 416.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/416.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/416.1

αὐτῷ προσεξευρίσκειν, μὴδ' ἀμιλλᾶσθαι τοῖς ἢ βίου δυστυχίαις ἀπαλλαγῆναι βουλομένοις ἢ μισθοφορίας ἕνεκα μείζονος εἰκῇ τοὺς κινδύνους προχειρουμένοις, (10) μὴδ' ἐπιθυμεῖν τοιαύτης δόξης ἥς πολλοὶ καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων τυγχάνουσιν, ἀλλὰ τῆς τηλικαύτης τὸ μέγεθος ἢν μόνος ἄν τῶν νῦν ὄντων κτησάσθαι δυνήθεις· μὴδ' ἀγαπᾶν λίαν τὰς τοιαύτας ἀρετὰς ὧν καὶ τοῖς φαύλοις μέτεστιν, ἀλλ' ἐκείνας ὧν οὐδεὶς ἄν πονηρὸς κοινωνήσειε· (11) μηδέ ποιεῖσθαι πολέμους ἀδόξους καὶ χαλεπούς, ἔχον ἐντίμους καὶ ῥαδίους, μὴδ' ἐς ὧν τοὺς μὲν οἰκειοτάτους εἰς λύπας καὶ φροντίδας καταστήσεις, τοὺς δ' ἐχθρούς ἐν ἐλπίσι μεγάλας ποιήσεις, οἷας καὶ νῦν αὐτοῖς παρέσχες· ἀλλὰ τῶν μὲν βαρβάρων, πρὸς οὓς νῦν πολεμεῖς, ἐπὶ τοσοῦτον ἐξαρκεῖσθαι σοι κρατεῖν ὅσον ἐν ἀσφαλείᾳ καταστήσῃ τὴν σαυτοῦ χώραν, τῶν δὲ νῦν μέγαν προσαγορευομένων καταλύσων ἐπιχειρήσεις, ἵνα τὴν τε σαυτοῦ δόξαν μείζω ποιήσῃς καὶ τοῖς Ἕλλησιν ὑποδείξῃς, πρὸς ὃν χρὴ πολεμεῖν.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
