# Epistulae 418.4

Aristaenetus, Epistulae, 418.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/418.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/418.4

(2) Κατ' ἐκεῖνον μὲν γὰρ τὸν χρόνον συνεβούλευον, ὡς χρὴ διαλλάξαντά σε τὴν πόλιν τὴν ἡμετέραν καὶ τὴν Λακεδαιμονίων καὶ τὴν Θηβαίων καὶ τὴν Ἀργείων, εἰς ὁμόνοιαν καταστῆσαι τοὺς Ἕλληνας, ἠγούμενος, ἐὰν τὰς προεστῶσας πόλεις πείσῃς οὕτω φρονεῖν, ταχέως καὶ τὰς ἄλλας ἐπακολουθήσειν. τότε μὲν οὖν ἄλλος ἦν καιρός, νῦν δὲ συμβέβηκε μηκέτι δεῖν πείθειν· διὰ γὰρ τὸν ἀγῶνα τὸν γεγενημένον ἠναγκασμένοι πάντες εἰσὶν εὑ φρονεῖν καὶ τούτων ἐπιθυμεῖν ὧν ὑπονοοῦσί σε βούλεσθαι πράττειν, καὶ λέγειν ὡς δεῖ παυσάμενους τῆς μανίας καὶ τῆς πλεονεξίας, ἣν ἐποιούνητο πρὸς ἀλλήλους, εἰς τὴν Ἀσίαν τὸν πόλεμον ἐξενεγκεῖν. (3) καὶ πολλοὶ πυνθάνονται παρ' ἐμοῦ πότερον ἐγὼ σοὶ παρήνεσα ποιεύσθαι τὴν στρατείαν τὴν ἐπὶ τοὺς βαρβάρους, ἢ σοὐ διασφθέντος συνεῖπον· ἐγὼ δ' οὐκ εἰδέναι μὲν φημὶ τὰ σαφῆς (οὐ γὰρ συγγεννησθαι σοὶ πρότερον), οὐ μὴν ἀλλ' οἴεσθαι σὲ μὲν ἐγνώκειν περὶ τούτων, ἐμὲ δὲ συνειρηκέναι ταῖς σαῖς ἐπιθυμίαις. ταῦτα δ' ἀκούοντες ἐξέοντό μου πάντες παρακελεύεσθαι σοὶ καὶ προτρέπεν ἐπὶ τῶν αὐτῶν τούτων μένειν, ὡς οὐδέποτ' ἄν γενομένων οὔτε καλλίων ἔργων οὔτ' ὠφελιμωτέρων τοῖς Ἑλλήσιν οὐδ' ἐν καιρῷ μᾶλλον πραχθησομένων.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
