# Epistulae 420.1

Aristaenetus, Epistulae, 420.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/420.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/420.1

ἐπιδόξων διαφθαρήσεσθαι πραγμάτων. ὧν ἕνεκα προσῆκε μὲν παρὰ πᾶσι τοῖς μονάρχοις πλεῖον φέρεσθαι τοὺς τὴν ἀλήθειαν ἀποφαινομένους τῶν ἀπαντα μὲν πρὸς χάριν μηδὲν δὲ χάριτος ἄξιον λεγόντων· συμβαίνειν δ’ ἕκαστον ἔχειν αὐτοὺς παρ’ ἐνίοις αὐτῶν. (7) δ καὶ Διοδότου παθεῖν συνέπεσε παρὰ τισὶ τῶν περὶ τὴν Ἀσίαν δυναστῶν, οἷς περὶ πολλὰ χρήσιμος γενομένος οὐ μόνον τῷ συμβουλεύειν ἀλλὰ καὶ τῷ πράττειν καὶ κινδυνεύειν, διὰ τὸ παραρριπτάσθαι πρὸς αὐτοὺς περὶ ὧν ἐκεῖνοι συνέφερε, καὶ τῶν οἷοι τιμῶν ἀπεστέρεται καὶ πολλῶν ἄλλων ἐλπίδων, καὶ μεῖζον ἰσχύσαν αἱ τῶν τυχόντων ἀνθρώπων κολακεῖαι τῶν εὐεργεσιῶν τῶν τούτου. (8) διὸ δὴ καὶ πρὸς ὑμᾶς δεῖ προστέιναι διανοούμενος ὡς ἐγὼ οὐχ ὡς ἅπαντας ὁμοίους εἶναι νομίζων τοὺς ὑπὲρ αὐτῶν ὄντας, ἀλλὰ διὰ τὰς πρὸς ἐκείνους γεγενημένας δυσχερείας καὶ πρὸς τὰς παρ’ ὑμῶν ἐλπίδας ἀθυμότερος ἦν, παραπλήσιον, ὡς ἐμοὶ δοκεῖ, πεπονθὼς τῶν πεπλευκότων τισίν, οἱ τὸ πρῶτον, ὅταν χρήσωνται χειμῶσιν, οὐκέτι θαρροῦντες εἰσβαίνειν εἰς θάλατταν, καίπερ εἰδότες ὅτι καὶ χαλοῦ πλοῦ πολλάκις ἐπιτυχεῖν ἐστιν. οὐ μὴν ἀλλ’ ἐπειδὴ συνέστηκέ σοι, χαλῶς ποιεῖ. (9) λογίζομαι γὰρ αὐτῷ συνοῖσειν, μάλιστα μὲν τῇ φιλανθρωπίᾳ τῇ σῇ στοχάζομενος, ἣν ἔχειν ἐπειληφὶ παρὰ τοῖς ἐξῴσιν ἀνθρώποις, ἔπειτα νομίζων οὐκ ἀγνοεῖν ὑμᾶς ὅτι πάντων ἥδιστόν ἐστι καὶ λυσιτελέστατον πιστοὺς ἄμα καὶ χρήσιμους φίλους κτᾶσθαι ταῖς εὐεργεσίαις καὶ τοὺς τοιούτους εὖ ποιεῖν, ὑπὲρ ὧν πολλοὶ καὶ τῶν ἄλλων ὑμῖν χάριν ἔχουσιν. ἅπαντες γὰρ οἱ χαρίεντες τοὺς τοὺς σπουδαίους τῶν ἀνδρῶν καλῶς ὁμιλοῦντας ὁμοίως ἐπαίνουσι καὶ τιμῶσιν, ὥσπερ αὐτοὶ τῶν ὠφελειῶν ἀπολαύοντες.

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
