# Epistulae 423.2

Aristaenetus, Epistulae, 423.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/423.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/423.2

11 Ἵσως ἂν οὖν τις τῶν εἰκῇ ζῶν προφηρημένων τοὺς μὲν τοιούτους λογισμοὺς διασώρειν ἐπιχειρήσειεν, ἀξιώσειε δ’ ἂν ἤδη με συμβουλεύειν περὶ τῶν προειρημένων. ἐστιν οὖν οὐκ ὀκνητέον ἀποφράσθαι περὶ αὐτῶν, ὅ τυχάνω γιγνώσκων. ἐμοὶ γὰρ αἱρετώτερος ὁ βίος εἶναι δοκεῖ καὶ βελτίων ὁ τῶν ἰδιωτευόντων ἢ τῶν τυραννοῦντων, καὶ τὰς τιμὰς ἡδίους ἡγοῦμαι τὰς ἐν ταῖς πολιτείαις ἢ τὰς ἐν ταῖς μοναρχίαις· καὶ περὶ τούτων λέγειν ἐπιχειρήσω. 12 καίτοι μ’ οὐ λέληθεν ὅτι πολλοὺς ἐξῶ τοὺς ἐναντιουμένους, καὶ μάλιστα τοὺς περὶ ὑμᾶς ὄντας. οἷμαι γὰρ οὐχ ἡκιστα τοῦτους ἐπὶ τὴν τυραννίδα παραξύνειν ὑμᾶς· σκοποῦσι γὰρ οὐ πανταχῇ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ πολλὰ παραλογίζονται σφᾶς αὐτούς. τὰς μὲν γὰρ ἐξουσίας καὶ τὰ κέρδη καὶ τὰς ἡδονὰς ὁρῶσι, καὶ τούτων ἀπολαύσεσθαι προσδοκῶσι, τὰς δὲ ταραχὰς καὶ τὰς συμφοράς τὰς τοῖς ἀρχοῦσι συμμιπτούσας καὶ τοῖς φίλοις αὐτῶν οὐ θεωροῦσιν, ἀλλὰ πεπόνθασιν ὅπερ οἱ τοῖς αἰσχίστοις καὶ παρανομωτάτοις τῶν ἔργων ἐπιχειροῦντες. 13 καὶ γὰρ ἐκεῖνοι τὰς μὲν πονηρίας τὰς τῶν πραγμάτων οὐκ ἀγνοοῦσιν, ἐλπίζουσι δ’, ὅσον μὲν ἀγαθὸν ἐστιν ἐν αὐτοῖς, τοῦτο μὲν ἐκλήψεσθαι, τὰ δὲ δεινὰ πάντα τὰ προσόντα τῷ πράγματι καὶ τὰ κακὰ διαφεύξεται, καὶ διοιχῆσει τὰ περὶ σφᾶς αὐτοὺς οὕτως ὥστε τῶν μὲν κινδύνων εἶναι

---

Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000367.
